Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 2

17 πολλαχοῦ δ’ εἰσὶ κρῆναι αἳ μὲν ποτιμώτεραι καὶ οἰνωδέστεραι, ὡς ἡ περὶ Παφλαγονίαν, πρὸς ἥν φασι τοὺς ἐγχωρίους ὑποπίνειν προσιόντας, ἁλμώδεις δ’ ἅμα τῷ ὀξεῖ ἐν Σικανοῖς τῆς Σικελίας. ἐν τῇ Καρχηδονίων δὲ ἐπικρατείᾳ κρήνη ἐστὶν ᾗ τὸ ἐφιστάμενον ἐλαίῳ ἐστὶν ὅμοιον, μελάντερον δὲ τὴν χρόαν· ὃ ἀποσφαιροῦντες χρῶνται πρὸς τὰ πρόβατα καὶ τὰ κτήνη. καὶ παρ’ ἄλλοις δ’ εἰσὶ λίπος ἔχουσαι τοιοῦτον, ὡς ἡ ἐν Ἀσίᾳ, ὑπὲρ ἧς Ἀλέξανδρος ἐπέστειλεν ὡς ἐλαίου κρήνην εὑρηκώς. καὶ τῶν θερμῶν δ’ ἐκ φύσεως ὑδάτων ἔνια γλυκέα ἐστίν, ὡς τὰ ἐν Αἰγαῖς τῆς Κιλικίας καὶ περὶ Παγασὰς τά τ’ ἐν τῇ Τρωικῇ Λαρίσσῃ καὶ περὶ Μαγνησίαν καὶ ἐν Μήλῳ καὶ Λιπάρᾳ· ἐν δὲ Προύσῃ τῇ πρὸς τὸν Μύσιον Ὄλυμπον τὰ βασιλικὰ καλούμενα. τὰ δ’ ἐν Ἀσίᾳ περὶ Τράλλεις καὶ τὸν Χαρακωμήτην ποταμόν, ἔτι δὲ Νῦσαν πόλιν οὕτως ἐστὶ λιπαρὰ ὡς μὴ δεῖσθαι τοὺς ἐναπολουμένους ἐλαίου. τοιαῦτα καὶ τὰ ἐν Δασκύλου κώμῃ. τὰ δ’ ἐν Καρούροις κατάξηρα καὶ σφόδρα θερμά· τὰ δὲ περὶ Μηνὸς κώμην, ἥ ἐστι Φρυγίας, τραχύτερά ἐστι καὶ λιτρωδέστερα, ὡς καὶ τὰ ἐν τῇ καλουμένῃ Λέοντος κώμῃ τῆς Φρυγίας. τὰ δὲ περὶ Δορύλαιον καὶ πινόμενά ἐστιν ἥδιστα· τὰ γὰρ περὶ Βαίας ἢ Βαίου λιμένα τῆς Ἰταλίας παντελῶς ἄποτα.
18 σταθμήσας τὸ ἀπὸ τῆς ἐν Κορίνθῳ Πειρήνης καλουμένης ὕδωρ κουφότερον πάντων εὗρον τῶν κατὰ τὴν Ἑλλάδα. οὐ γὰρ Ἀντιφάνει τῷ κωμικῷ πεπίστευκα λέγοντι κατὰ πολλὰ τὴν Ἀττικὴν διαφέρουσαν τῶν ἄλλων καὶ ὕδωρ κάλλιστον ἔχειν. φησὶ γάρ (II 84 K)· οἷα δ’ ἡ χώρα φέρει διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης, τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. Β. σῦκα μέν, νὴ τὸν Δία, πάνυ φέρει. Α. βοσκήματ᾽, ἔρια, μύρτα, θύμα, πυρούς, ὕδωρ, ὥστε καὶ γνοίην ἂν εὐθὺς Ἀττικὸν πίνων ὕδωρ. τὸ ὕδωρ ποταμοῦ σῶμά φησί που Εὔβουλος ὁ κωμῳδιοποιὸς (II 214 K) εἰρηκέναι Χαιρήμονα τὸν τραγικόν (p. 611 N)· ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν. καὶ ἡμῶν δὲ πᾶσα δύναμις ἐξ ὑδάτων ἄρδεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme