Book 2
19
Ἀριστόβουλος δ’ ὁ Κασανδρεύς φησιν ἐν Μιλήτῳ κρήνην εἶναι Ἀχίλλειον καλουμένην, ἧς τὸ μὲν ῥεῦμα εἶναι γλυκύτατον, τὸ δ’ ἐφεστηκὸς ἁλμυρόν ἀφ’ ἧς οἱ Μιλήσιοι περιρράνασθαί φασι τὸν ἥρωα, ὅτε ἀπέκτεινε Τράμβηλον τὸν τῶν Λελέγων βασιλέα, φασὶ δὲ καὶ ὅτι τὸ περὶ Καππαδοκίαν ὕδωρ πολύ τε ὂν καὶ κάλλιστον οὐ σήπεται ἀπόρρυσιν οὐκ ἔχον, πλὴν εἰ μὴ ὑπὸ γῆν ῥέοι. Πτολεμαῖος δὲ ὁ βασιλεὺς ἐν ἑβδόμῳ ὑπομνημάτων ἐπὶ Κορίνθου προάγουσι, φησίν, ἡμῖν διὰ τῆς Κοντοπορείας καλουμένης κατὰ τὴν ἀκρώρειαν προσβαίνουσιν εἶναι κρήνην νᾶμα ἀνιεῖσαν χιόνος ψυχρότερον ἐξ ἧς πολλοὺς μὴ πίνειν ἀποπαγήσεσθαι προσδοκῶντας, αὐτὸς δὲ λέγει πεπωκέναι. Φύλαρχος δέ φησιν ἐν Κλείτορι εἶναι κρήνην ἀφ’ ἧς τοὺς πιόντας οὐκ ἀνέχεσθαι τὴν τοῦ οἴνου ὀδμήν. Κλέαρχός φησι τὸ μὲν ὕδωρ ὥσπερ καὶ τὸ γάλα λευκὸν λέγεσθαι, οἶνον δὲ καθάπερ καὶ τὸ νέκταρ ἐρυθρόν, μέλι δὲ καὶ ἔλαιον χλωρόν, τὸ δ’ ἐκ τῶν μόρων θλιβόμενον μέλαν. Εὔβουλος εὑρετικούς φησι τὸ ὕδωρ ποιεῖν τοὺς πίνοντας αὐτὸ μόνον, τὸν δ’ οἶνον ἡμῶν τῷ φρονεῖν ἐπισκοτεῖν, τὰ αὐτὰ δ’ ἰαμβεῖα καὶ ᾽ Ὠφελίων φησί.
20
τοιαῦτα ὥσπερ οἱ ῥήτορες πρὸς ὕδωρ εἰπὼν καὶ βραχὺ ἀναπαυσάμενος αὖθις ἔφη· Ἄμφις ὁ κωμικὸς πού φησιν ἐνῆν ἄρ᾽, ὡς ἔοικε, κἀν οἴνῳ λόγος· ἔνιοι δ’ ὕδωρ πίνοντὲς εἰσ’ ἀβέλτεροι. Ἀντιφάνης δέ· οἴνῳ τὸν οἶνον ἐξελαύνειν, σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα, κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην, αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ, στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην, πόνῳ πόνον, δίκην δίκῃ, γυναικὶ τὴν γυναῖκα. ὅτι καὶ ἐπὶ τοῦ ὕδατος ἔταττον οἱ παλαιοὶ τὸ ἄκρατον. σώφρων ὕδωρ ἄκρατον εἰς τὰν κύλικα.