Book 2
26
ὅτι δὲ τὸ ὕδωρ ὁμολογουμένως ἐστὶ τρόφιμον δῆλον ἐκ τοῦ τρέφεσθαί τινα ἐξ αὐτοῦ μόνου τῶν ζῴων, ὥσπερ τοὺς τέττιγας. πολλὰ δὲ καὶ τῶν ἄλλων ὑγρῶν ἐστι τρόφιμα, οἷον γάλα, πτισάνη, οἶνος. τὰ γοῦν ὑποτίτθια γάλακτι διαρκεῖται. καὶ πολλὰ δὲ ἔθνη γαλακτοποτοῦντα ζῇ. Δημόκριτον δὲ τὸν Ἀβδηρίτην λόγος ἔχει διὰ γῆρας ἐξάξαι αὑτὸν διεγνωκότα τοῦ ζῆν καὶ ὑφαιροῦντα τῆς τροφῆς καθ’ ἑκάστην ἡμέραν, ἐπεὶ αἱ τῶν Θεσμοφορίων ἡμέραι ἐνέστησαν, δεηθεισῶν τῶν οἰκείων γυναικῶν μὴ ἀποθανεῖν κατὰ τὴν πανήγυριν, ὅπως ἑορτάσωσι, πεισθῆναι κελεύσαντα μέλιτος ἀγγεῖον αὑτῷ πλησίον παρατεθῆναι, καὶ διαζῆσαι ἡμέρας ἱκανὰς τὸν ἄνδρα, τῇ ἀπὸ τοῦ μέλιτος ἀναφορᾷ μόνῃ χρώμενον, καὶ μετὰ τὰς ἡμέρας βασταχθέντος τοῦ μέλιτος ἀποθανεῖν. ἔχαιρε δὲ ὁ Δημόκριτος ἀεὶ τῷ μέλιτι· καὶ πρὸς τὸν πυθόμενον πῶς ἂν ὑγιῶς τις διάγοι ἔφη, εἰ τὰ μὲν ἐντὸς μέλιτι βρέχοι, τὰ δ’ ἐκτὸς ἐλαίῳ. καὶ τῶν Πυθαγορικῶν δὲ τροφὴ ἦν ἄρτος μετὰ μέλιτος, ὥς φησιν Ἀριστόξενος (FHG II 273), τοὺς προσφερομένους αὐτὰ ἀεὶ ἐπ’ ἀρίστῳ λέγων ἀνόσους διατελεῖν. Λύκος δὲ πολυχρονίους φησὶν (FHG II 373) εἶναι τοὺς Κυρνίους (οἰκοῦσι δ’ οὗτοι περὶ Σαρδόνα) διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι· πλεῖστον δὲ τοῦτο γίνεται παρ’ αὐτοῖς.
27
ὅρα τὸ ‘ἀνατιθεμένων πάντων τὴν ζήτησιν’ ἤτοι ἀναβαλλομένων.
27
ὅτι τὸ ἄνηστις ἡ νῆστις πλεονασμῷ τοῦ ᾱ, ὡς στάχυς ἄσταχυς, παρὰ Κρατίνῳ κεῖται (I 26 K)· οὐ γάρ τοι σύ γε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις. τὸ δὲ ὀξύπεινος παρὰ Διφίλῳ (II 572 K)· τέρπομαι γυμνοὺς ὁρῶν τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ πάντ’ εἰδέναι σπεύδοντας. καὶ Ἀντιφάνης (II 124 K)· ἓν νόσημα τοῦτ’ ἔχει· ἀεὶ γὰρ ὀξύπεινός ἐστι. Β. Θετταλὸν λέγει κομιδῇ τὸν ἄνδρα. καὶ Εὔβουλος (II 167 K)· Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον οἰκεῖν κελεύει· καὶ γὰρ ἀξιωτέρους πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ· ὃ δ’ ὀξύπεινος. τὸν δὲ μουσικώτατον κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα· οὗ ῥᾷστ’ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι κάπτοντες αὔρας, ἐλπίδας σιτούμενοι.