Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 2

36 συκάμινα. ὅτι πάντων ἁπλῶς οὕτω καλούντων αὐτὰ Ἀλεξανδρεῖς μόνοι μόρα ὀνομάζουσι. συκάμινα δὲ οὐ τὰ ἀπὸ τῆς Αἰγυπτίας συκῆς, ἅ τινες συκόμορα λέγουσιν. ἅπερ οἱ ἐπιχώριοι ἐπὶ βραχὺ κνίσαντες σιδηρίῳ ἐῶσιν ἐπὶ τοῦ φυτοῦ ι καὶ ὑπὸ τοῦ ἀνέμου κινούμενα ἐντὸς ἡμερῶν τριῶν οὕτω πέπονα καὶ εὐώδη γίνονται, μάλιστα δὲ ζεφύρων, πνευσάντων, καὶ ἐδώδιμα ὡς διὰ τὸ ἐν αὐτοῖς ἠρέμα ψυχρὸν καὶ τοῖς πυρεταίνουσι μετὰ ῥοδίνου ἐλαίου καταπλαττόμενα ἐπὶ τοῦ στομάχου ἐπιτίθεσθαι καὶ οὐκ ὀλίγα παρηγορεῖσθαι τοὺς νοσοῦντας. φέρει δὲ τὸν καρπὸν τοῦτον ἡ Αἰγυπτία συκάμινος ἀπὸ τοῦ ξύλου καὶ οὐκ ἀπὸ τῶν ἐπικαρπίων. μόρα δὲ τὰ συκάμινα καὶ παρ’ Αἰσχύλῳ ἐν Φρυξὶν ἐπὶ τοῦ Ἕκτορος· ἀνὴρ δ’ ἐκεῖνος ἦν πεπαίτερος μόρων. ἐν δὲ Κρήσσαις καὶ κατὰ τῆς βάτου· λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις καὶ μιλτοπρέπτοις βρίθεται ταὐτοῦ χρόνου. Σοφοκλῆς· πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν, ἔπειτα φοινίξαντα γογγύλον μόρον. καὶ Νίκανδρος δὲ ἐν Γεωργικοῖς ἐμφανίζει καὶ ὅτι πρότερον τῶν ἄλλων ἀκροδρύων φαίνεται μορέην τε καλεῖ τὸ δένδρον ἀεί, ὡς καὶ οἱ Ἀλεξανδρεῖς· καὶ μορέης, ἣ παισὶ πέλει μείλιγμα νέοισι, πρῶτον ἀπαγγέλλουσα βροτοῖς ἡδεῖαν ὀπώρην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme