Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 2

44 ἐρέβινθοι. Κρώβυλος· φαγόντες χλωρὸν ἐρέβινθόν τινα ἐκοττάβιζον, κενὸν ὅλως. β. τράγημα δέ ἐστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς. Ὅμηρος· θρώσκουσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι. Ξενοφάνης ὁ Κολοφώνιος ἐν παρῳδίαις· πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα, πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ’ ἐρεβίνθους· τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτη ἐστί, φέριστε; πηλίκος ἦσθ’ ὅθ’ ὁ Μῆδος ἀφίκετο; Σαπφώ· χρύσειοι ἐρέβινθοι ἐπ’ ἀιόνων ἐφύοντο. Θεόφραστος δ’ ἐν φυτικοῖς τῶν ἐρεβίνθων τινὰς καλεῖ κριούς, καὶ Σώφιλος· ὁ πατήρ ὁ ταύτης πολὺ μέγιστός ἐστι κριὸς ἐρέβινθος. Φαινίας δ’ ἐν τοῖς περὶ φυτῶν φησι· τραγήματος ἔχει χώραν ἁπαλὰ μὲν ὦχρος, κύαμος, ἐρέβινθος, ξηρὰ δὲ ἑφθὰ καὶ φρυκτὰ σχεδὸν τὰ πλεῖστα. Ἄλεξις· ἔστιν ἀνήρ μοι πτωχὸς κἀγὼ γραῦς καὶ θυγάτηρ καὶ παῖς υἱὸς χἤδ’ ἡ χρηστή, πένθ’ οἱ πάντες, τούτων οἱ τρεῖς δειπνοῦμεν, δύο δ’ αὐτοῖς συγκοινωνοῦμεν μάζης μικρᾶς. φθόγγους δ’ ἀλύρους θρηνοῦμεν ἐπὰν μηδὲν ἔχωμεν χρῶμα δ’ ἀσίτων ἡμῶν ὄντων γίνεται ὠχρόν. τὰ μέρη δ’ ἡμῶν χἠ σύνταξις τοῦ βίου ἐστὶν κύαμος, θέρμος, λάχανον, γογγυλίς, ὦχρος, λάθυρος, φηγός, βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς, τό τε θειοφανὲς μητρῷον ἐμοὶ μελέδημ’ ἰσχάς, Φρυγίας εὑρήματα συκῆς. Φερεκράτης τακεροὺς ποιήσεις τοὺς ἐρεβίνθους αὐτόθεν. πάλιν τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους, Δίφιλος δέ φησιν οἱ ἐρέβινθοι δύσπεπτοι, σμηκτικοί, οὐρητικοί, πνευματικοί. κατὰ δὲ Διοκλέα ζυμωτικοὶ τῆς σαρκός· κρείττους δ’ οἱ λευκοὶ τῶν μελάνων καὶ πυξοειδεῖς καὶ οἱ Μιλήσιοι τῶν λεγομένων κριῶν οἵ τε χλωροὶ τῶν ξηρῶν καὶ οἱ βεβρεγμένοι τῶν ἀβρόχων. ὅτι Ποσειδῶνος εὕρημα οἱ ἐρέβινθοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme