Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 2

50 ᾦα. Ἀναξαγόρας ἐν τοῖς Φυσικοῖς τὸ καλούμενόν φησιν ὄρνιθος γάλα τὸ ἐν τοῖς ᾠοῖς εἶναι λευκόν. Ἀριστοφάνης· τίκτει πρῶτον ὑπηνέμιον ᾠὸν Νύξ. Σαπφὼ δ’ αὐτὸ τρισυλλάβως καλεῖ· φασὶ δή ποτε Λήδαν ὤιον εὑρεῖν. καὶ πάλιν ὠίου πολὺ λευκότερον. ὤεα δ’ ἔφη Ἐπίχαρμος· ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν. Σιμωνίδης ἐν δευτέρῳ ἰάμβων οἷόν τε χηνὸς ὤεον Μαιανδρίου. διὰ τεσσάρων δ’ αὐτὰ προενήνεκται Ἀναξανδρίδης ὠάρια εἰπών. καὶ Ἔφιππος· σταμνάριὰ τ’ οἴνου μικρὰ τοῦ Φοινικίνου, ᾠάρια, τοιαῦθ’ ἕτερα πολλὰ παίγνια. Ἄλεξις δὲ ἡμίτομά που ᾠῶν λέγει, ᾠὰ δὲ οὐ μόνον ἀνεμιαῖα ἐκάλουν, ἀλλὰ καὶ ὑπηνέμια. ἐκάλουν δὲ καὶ τὰ νῦν τῶν οἰκιῶν παρ’ ἡμῖν καλούμενα ὑπερῷα ᾠά, φησὶ Κλέαρχος ἐν Ἐρωτικοῖς, τὴν Ἑλένην φάσκων ἐν τοιούτοις οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη. οὐκ εὖ δὲ Νεοκλῆς ὁ Κροτωνιάτης ἔφη ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν ἐξ οὗ τὴν ʽ Ἑλένην γεννηθῆναι· τὰς γὰρ σεληνίτιδας γυναῖκας ᾠοτοκεῖν καὶ τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίονας ἡμῶν εἶναι, ὡς Ἡρόδωρος ὁ Ἡρακλεώτης ἱστορεῖ. Ἴβυκος δὲ ἐν πέμπτῳ μελῶν περὶ Μολιονιδῶν φησι· τούς τε λευκίππους κόρους τέκνα Μολιόνας κτάνον, ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους, ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ ἀργυρέῳ. Ἔφιππος· ἴτρια, τραγήματα . . ., πυραμοῦς, ἄμης, ᾠῶν ἑκατόμβη· πάντα ταῦτ’ ἐχναύομεν. ᾠῶν δὲ ῥοφητῶν μνημονεύει Νικόμαχος· οὐσίδιον μοι καταλιπόντος τοῦ πατρός, οὕτω συνεστρόγγυλα κἀξεκόκκισα ἐν μησὶν ὀλίγοις ὥσπερ ᾠόν τις ῥοφῶν. χηνείων δ’ ᾠῶν Ἔριφος· ᾠὰ λευκά γε καὶ μεγάλα· β. χήνει’ ἐστίν, ὥς γ’ ἐμοὶ δοκεῖ· οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν. Ἐπαίνετος δὲ καὶ ʽ Ἡρακλείδης ὁ Συρακούσιος ἐν Ὀψαρτυτικῷ τῶν ᾠῶν φασι πρωτεύειν τὰ τῶν ταῶν μεθ’ ἃ εἶναι τὰ χηναλωπέκεια· τρίτα καταλέγοντες τὰ ὀρνίθεια.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme