Book 2
56
μύκαι. Ἀριστίας· μύκαισι δ’ ὠρέχθει τὸ λάινον πέδον. Πολίοχος· μεμαγμένην μικρὰν μελαγχρῆ μᾶζαν ἠχυρωμένην ἑκάτερος ἡμῶν εἶχε δὶς τῆς ἡμέρας καὶ σῦκα βαιά· καὶ μύκης τις ἐνίοτ’ ἂν ὠπτᾶτο καὶ κοχλίας γενομένου ψακαδίου ἠγρεύετ’ ἂν καὶ λάχανα τῶν αὐτοχθόνων θλαστὴ τ᾽· ἐλαία, καὶ πιεῖν οἰνάριον ἦν ἀμφίβολον. Ἀντιφάνης τὸ δεῖπνόν ἐστι μᾶζα κεχαρακωμένη ἀχύροις, πρὸς εὐτέλειαν ἐξωπλισμένη, καὶ βολβὸς εἷς τις καὶ παροψίδες τινές, σόγχος τις ἢ μύκης τις ἢ τοιαῦθ’ ἃ δὴ δίδωσιν ἡμῖν ὁ τόπος ἄθλι’ ἀθλίοις. τοιοῦτος ὁ βίος, ἀπύρετος, φλέγμ’ οὐκ ἔχων, οὐδεὶς κρέως παρόντος ἐσθίει θύμον, οὐδ’ οἱ δοκοῦντες πυθαγορίζειν. καὶ προελθών τίς γὰρ οἶδ’ ἡμῶν τὸ μέλλον ὅ τι παθεῖν πέπρωθ’ ἑκάστῳ τῶν φίλων; ταχὺ δὴ λαβὼν ὄπτα μύκητας πρινίνους τουσδὶ δύο. ὅτι Κηφισόδωρος ὁ Ἰσοκράτους μαθητὴς ἐν τοῖς κατὰ Ἀριστοτέλους (τέσσαρα δ’ ἐστὶ ταῦτα βιβλία ἐπιτιμᾷ τῷ φιλοσόφῳ ὡς οὐ ποιήσαντι λόγου ἄξιον τὸ παροιμίας ἀθροῖσαι, Ἀντιφάνους ὅλον ποιήσαντος δρᾶμα τὸ ἐπιγραφόμενον Παροιμίαι· ἐξ οὗ καὶ παρατίθεται τάδε· ἐγὼ γὰρ εἰ τῶν ὑμετέρων φάγοιμί τι, μύκητας ὠμοὺς ἂν φαγεῖν ἐμοὶ δοκῶ καὶ στρυφνὰ μῆλα κεἴ τι πνίγει βρῶμά τι.