Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 2

60 ὕδνα. γίνεται καὶ ταῦτα αὐτόματα ἀπὸ γῆς μάλιστα περὶ τοὺς ἀμμώδεις τόπους. λέγει δὲ περὶ αὐτῶν Θεόφραστος· τὸ ὕδνον ὃ καλοῦσί τινες γεράνειον καὶ εἴ τι ἄλλο ὑπόγειον. καὶ πάλιν καὶ ἡ τῶν ἐγγεοτόκων τούτων γένεσις ἅμα καὶ φύσις, οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην ὃ καλοῦσι μίσυ. δοκεῖ δ’ ἡδὺ σφόδρα τοῦτ’ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη, καὶ τὸ ἐν τῇ Θρᾴκῃ δὲ γινόμενον οἰτόν. περὶ δὲ τούτων ἴδιόν τι λέγεται· φασὶ γάρ, ὅταν ὕδατα μετοπωρινὰ καὶ βρονταὶ γίνωνται σκληραί, τότε γίνεσθαι, καὶ μᾶλλον ὅταν αἱ βρονταί, ὡς ταύτης αἰτιωτέρας οὔσης, οὐ διετίζειν δέ, ἀλλ’ ἐπέτειον εἶναι· τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχειν τοῦ ἦρος. οὐ μὴν ἀλλ’ ἔνιοί γε ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπολαμβάνουσιν. ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μιτυληναίων οὔ φασι πρότερον εἶναι πρὶν ἢ γενομένης ἐπομβρίας τὸ σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν τοῦτο δ’ ἐστὶ χωρίον ἐν ᾧ πολλὰ γίνεται, γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου χώρα ὕπαμμος· καὶ γὰρ αἱ Τιάραι τοιαῦται. φύεται δὲ καὶ περὶ Λάμψακον ἐν τῇ Ἀβαρνίδι καὶ ἐν Ἀλωπεκοννήσῳ κἀν τῇ Ἠλείων. Λυγκεὺς ὁ Σάμιός φησιν ἀκαλήφην ἡ θάλασσα ἀνίησιν, ἡ δὲ γῆ ὕδνα. καὶ Μάτρων ὁ παρῳδὸς ἐν τῷ Δείπνῳ · ὄστρεὰ τ’ ἤνεικεν, Θέτιδος Νηρηίδος ὕδνα. Δίφιλος δὲ δύσπεπτά φησιν εἶναι τὰ ὕδνα, εὔχυλα δὲ καὶ παραλεαντικά, προσέτι δὲ διαχωρητικά, καὶ ἔνια αὐτῶν ὁμοίως τοῖς μύκαις πνιγώδη εἶναι. Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν Ἑλλησπόντῳ φησὶν οὔτε ὕδνον γίνεσθαι οὔτε γλαυκίσκον οὔτε θύμον διὸ Ναυσικλείδην εἰρηκέναι μήτε ἔαρ μήτε φίλους, ὑδνόφυλλον δέ φησι Πάμφιλος ἐν Γλώσσαις τὴν φυομένην τῶν ὕδνων ὕπερθε πόαν, ἀφ’ ἧς τὸ ὕδνον γινώσκεσθαι.
61 ἀκαλήφη. λέγεται παρὰ τοῖς Ἀττικοῖς οὕτως καὶ τὸ βοτανῶδες καὶ τὸ κνησμοῦ αἴτιον, Ἀριστοφάνης Φοινίσσαις· πρῶτον πάντων ἴφυα φῦναι, εἶθ’ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme