Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 2

64 βολβοί. τούτων Ἡρακλῆς ἐσθίειν παραιτεῖται ἐν Ἀμαλθείᾳ Εὐβούλου λέγων θερμότερον ἢ κραυρότερον ἢ μέσως ἔχον, τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν. κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ οὐδ’ ἱεροσύλοις καὶ πικραῖς παροψίσι βολβοῖς τ’ ἐμαυτὸν χορτάσων ἐλήλυθα. ἃ δ’ εἲς τ’ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμὴν καὶ πρὸς ὑγίειαν, πάντα ταῦτ’ ἐδαινύμην, κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα, ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δέλφακος ἁλίπαστα τρία. Ἄλεξις ἐμφανίζων τὴν τῶν βολβῶν πρὸς τὰ ἀφροδίσια δύναμίν φησι· πίννας, κάραβον, βολβούς, κοχλίας, κήρυκας, ᾤ᾽, ἀκροκώλια, τοσαῦτα· τούτων ἄν τις εὕρῃ φάρμακα ἐρῶν ἑταίρας ἕτερα χρησιμώτερα Ξέναρχος ἐν Βουκολίωνι· φθίνει δόμος ἀσυντάτοισι δεσποτῶν κεχρημένος τύχαις, ἀλάστωρ τ’ εἰσπέπαικε Πελοπιδῶν. ἄστυτος οἶκος κοὐδὲ βυσαύχην θεᾶς Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις ἑφθὸς βοηθῶν δυνατὸς ἐστ’ ἐπαρκέσαι· μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς φλεβὸς τροπωτὴρ πουλύπους, ἁλοὺς βρόχων πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης πίμπλησι λοπάδος στερροσώματον κύτος. ᾽ Ἀρχέστρατος · βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι ταῖς τ’ ἄλλαις πάσῃσι παροψίσι.
65 Ἡρακλείδης ὁ Ταραντῖνος ἐν Συμποσίῳ βολβὸς καὶ κοχλίας καὶ ᾠὸν καὶ τὰ ὅμοια δοκεῖ σπέρματος εἶναι ποιητικά, οὐ διὰ τὸ πολύτροφα εἶναι, ἀλλὰ διὰ τὸ ὁμοειδεῖς ἔχειν τὰς πρώτας φύσεις αὐτὰς τὰς δυνάμεις τῷ σπέρματι. Δίφιλος· οἱ βολβοὶ δύσπεπτοι μέν εἰσι, πολύτροφοι δὲ καὶ εὐστόμαχοι, ἔτι δὲ σμηκτικοὶ καὶ ἀμβλυντικοὶ ὄψεως, διεγερτικοὶ δ’ ἀφροδισίων. ἡ δὲ παροιμία φησὶν οὐδέν σ’ ὀνήσει βολβός, ἂν μὴ νεῦρ’ ἔχῃς. διεγείρουσι δ’ ὄντως αὐτῶν πρὸς ἀφροδίσια οἱ βασιλικοὶ λεγόμενοι, οἳ καὶ κρείσσονες τῶν ἄλλων εἰσί· μεθ’ οὓς οἱ πυρροί, οἱ δὲ λευκοὶ καὶ Λιβυκοὶ σκιλλώδεις· χείρονες δὲ πάντων οἱ Αἰγύπτιοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme