Book 2
66
αἱ δὲ βολβῖναι καλούμεναι εὐχυλότεραι μέν εἰσι τῶν βολβῶν, οὐ μὴν οὕτως εὐστόμαχοι διὰ τὸ γλυκάζον ἔχειν τι· παχυντικαί τε ἱκανῶς εἰσι διὰ τὴν πολλὴν σκληρότητα καὶ εὐέκκριτοι. μνημονεύει δὲ βολβίνης Μάτρων ἐν παρῳδίαις· σόγκους δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω, μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις, βολβίνας θ᾽, αἳ Ζῆνος Ὀλυμπίου εἰσὶν ἀοιδή, ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος, λευκοτέρας χιόνος, ἰδέειν ἀμύλοισιν ὁμοίας τάων φυομένων ἠράσσατο πότνια γαστήρ,
67
ὅτι Νίκανδρος Μεγαρῆας βολβοὺς ἐπαινεῖ. Θεόφραστος δ’ ἐν ζ’ Φυτικῶν ἐνιαχοῦ, φησίν, οὕτω γλυκεῖς εἰσιν οἱ βολβοὶ ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, ὥσπερ ἐν τῇ Ταυρικῇ Χερρονήσῳ. τὰ αὐτὰ ἱστορεῖ καὶ Φαινίας. ἔστι δὲ καὶ γένος, φησί, βολβῶν, Θεόφραστος, ἐριοφόρων, ὃ φύεται ἐν αἰγιαλοῖς. ἔχει δὲ τὸ ἔριον ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνὰ μέσον εἶναι τοῦ ἐδωδίμου τοῦ ἐντὸς καὶ τοῦ ἔξω. ὑφαίνεται δ’ ἐξ αὐτοῦ καὶ πόδεια καὶ ἄλλα ἱμάτια, ὡς καὶ Φαινίας φησί, τὸ δὲ ἐν Ἰνδοῖς τριχῶδές ἐστι. περὶ δὲ τῆς τῶν βολβῶν σκευασίας Φιλήμων φησί· τὸν βολβόν, εἰ βούλει, σκόπει ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι, σήσαμον, ἔλαιον, κρόμυον, ὄξος, σίλφιον. αὐτὸς δ’ ἐφ’ αὑτοῦ ᾽ στιν πονηρὸς καὶ πικρός. Ἡρακλείδης δ’ ὁ Ταραντῖνος τοῦ συμποσίου περιγράφων τοὺς βολβοὺς φησι· περιγράφειν δεῖ τὴν πολλὴν βρῶσιν καὶ μάλιστα τῶν ἐχόντων ὅλκιμόν τι καὶ γλίσχρον, οἷον ᾠῶν, βολβῶν, ἀκροκωλίων, κοχλιῶν καὶ τῶν ὁμοίων, ἐπιμένει γὰρ τῇ κοιλίᾳ πλείονας χρόνους καὶ ἐμπλεκόμενα παρακατέχει τὰ ὑγρά.