Book 2
78
ὅτι τοὺς πέπονας Κρατῖνος μὲν σικύους σπερματίας κέκληκεν ἐν Ὀδυσσεῦσιν· ποῦ ποτ’ εἶδές μοι τὸν ἄνδρα, παῖδα Λαέρτα φίλον; β. ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον. Πλάτων Λαίῳ· οὐχ ὁρᾷς ὅτι ὁ μὲν Λέαγρος, Γλαύκωνας ὢν μεγάλου γένους, ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων; Ἀναξίλας· τὰ δὲ σφύρ’ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων. Θεόπομπος· μαλθακωτέρα πέπονος σικυοῦ μοι γέγονε. Φαινίας· βρωτὰ μὲν ἁπαλὰ τῷ περικαρπίῳ σικυὸς καὶ πέπων ἄνευ τοῦ σπέρματος, πεττόμενον δὲ τὸ περικάρπιον μόνον, κολοκύντη δὲ ὠμὴ μὲν ἄβρωτος, ἑφθὴ δὲ καὶ ὀπτὴ βρωτή. Διοκλῆς δ’ ὁ Καρύστιος ἐν πρώτῳ Ὑγιεινῶν φησιν ἑψανὰ ἄγρια εἶναι θρίδακα ταύτης κρατίστην τὴν μέλαιναν, κάρδαμον, κορίαννον, σίναπυ, κρόμμυον τούτου εἶδος ἀσκαλώνιον καὶ γήτειον, σκόροδον, φύσιγγες, σικυός, πέπων, μήκων, καὶ μετ’ ὀλίγα· ὁ πέπων δ’ ἐστὶν εὐκαρδιώτερος καὶ εὐπεπτότερος. ἑφθὸς δ’ ὁ σικυὸς ἁπαλὸς, ἄλυπος, οὐρητικός. ὁ δὲ πέπων ἑψηθεὶς ἐν μελικράτῳ διαχωρητικώτερος. Σπεύσιππος δ’ ἐν τοῖς Ὁμοίοις τὸν πέπονα καλεῖ σικύαν Διοκλῆς δὲ πέπονα ὀνομάσας οὐκ ἔτι καλεῖ σικύαν καὶ ὁ Σπεύσιππος δὲ σικύαν εἰπὼν πέπονα οὐκ ὀνομάζει. Δίφιλος δέ φησιν ὁ πέπων εὐχυλότερός ἐστι καὶ ἐπικρατητικὸς κακοχυλότερος δέ, ὀλιγότροφος δὲ καὶ εὔφθαρτος καὶ εὐεκκριτώτερος.
79
θρίδαξ. ταύτην Ἀττικοὶ θριδακίνην καλοῦσιν. Ἐπίχαρμος· θρίδακος ἀπολελεμμένας τὸν καυλόν, θριδακινίδας δ’ εἴρηκε Στράττις· πρασοκουρίδες, αἳ καταφύλλους ἀνὰ κήπους πεντήκοντα ποδῶν ἴχνεσι βαίνετ᾽, ἐφαπτόμεναι ποδοῖν σατυριδίων μακροκέρκων, χοροὺς ἑλίσσουσαι παρ’ ὠκίμων πέταλα καὶ θριδακινίδων εὐόσμων τε σελίνων. Θεόφραστος δέ φησι· τῆς θριδακίνης ἡ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δ’ αὐτῆς τρία, τὸ πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν. αὕτη δ’ ἔχει τὸ μὲν φύλλον σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστός ἐστιν ἐκ τοῦ καυλοῦ, τῶν δὲ πλατειῶν οὕτω τινὲς γίνονται πλατύκαυλοι ὥστ’ ἐνίους καὶ θύραις χρῆσθαι κηπουρικαῖς. τῶν δὲ καυλῶν φησι κολουσθέντων ἡδίους τοὺς παλιμβλαστεῖς εἶναι.