Book 2
8
καλῶς οὖν Ἀρίστων ὁ Κεῖός φησιν ἥδιστον ποτὸν εἶναι τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δ’ εὐωδίας κοινωνοῦντα. διὸ καὶ τὸ καλούμενον νέκταρ κατασκευάζειν τινὰς περὶ τὸν Λυδίας Ὄλυμπον οἶνον καὶ κηρία συγκιρνάντας εἰς ταὐτὰ καὶ τὰ τῶν ἀνθῶν εὐώδη. οἶδα δ’ ὅτι Ἀναξανδρίδης τὸ νέκταρ οὐ ποτόν, ἀλλὰ τροφὴν εἶναι λέγει θεῶν (II 160 K)· τὸ νέκταρ ἐσθίω πάνυ μάττων διαπίνω τ’ ἀμβροσίαν καὶ τῷ Διὶ διακονῶ καὶ σεμνός εἰμ’ ἑκάστοτε Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος. καὶ Ἀλκμὰν δέ φησι (fr. 100 B4) ‘τὸ νέκταρ ἔδμεναι’ αὐτούς. καὶ Σαπφὼ δέ φησιν (fr. 51)· ἀμβροσίας μὲν κρατὴρ ἐκέκρατο, Ἑρμᾶς δ’ ἕλεν ὄλπιν θεοῖς οἰνοχοῆσαι. ὁ δ’ Ὅμηρος θεῶν πόμα τὸ νέκταρ οἶδεν. Ἴβυκος δέ φησι (fr. 33) τὴν ἀμβροσίαν τοῦ μέλιτος κατ᾽ ἐπίτασιν ἐννεαπλασίαν ἔχειν γλυκύτητα, τὸ μέλι λέγων ἔνατον εἶναι μέρος τῆς ἀμβροσίας κατὰ τὴν ἡδονήν.
9
οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός. ὁ γὰρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν ἀνδράσι πονηροῖς οὐδ’ ἀπαιδεύτῳ βίῳ, φησὶν Ἄλεξις (II 400 K), καὶ ὅτι οἶνος φιλολόγους πάντας ποιεῖ τοὺς πλείονα πίνοντας αὐτόν. ὁ δὲ ποιήσας τὸ εἰς Κρατῖνον ἐπίγραμμά φησιν (AP XIII 29)· ‘οἶνός τοι χαρίεντι πέλει μέγας ἵππος ἀοιδῷ, ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις.’ ταῦτ’ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου. τοιγάρ οἱ στεφάνων δόμος ἔβρυεν, εἶχε δὲ κιττῷ μέτωπον οἷα καὶ σὺ κεκροκωμένον. Πολέμων φησὶν (fr. 40 Pr) ἐν Μουνυχίᾳ ἥρωα Ἀκρατοπότην τιμᾶσθαι, παρὰ δὲ Σπαρτιάταις Μάττωνα καὶ Κεράωνα ἥρωας ὑπό τινων μαγείρων ἱδρῦσθαι ἐν τοῖς φειδιτίοις. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δειπνεὺς ἀπὸ τῶν δείπνων σχὼν τὴν προσηγορίαν.