Book 2
11
ὅτι Σιμωνίδης τὴν αὐτὴν ἀρχὴν τίθησιν οἴνου καὶ μουσικῆς. ἀπὸ μέθης καὶ ἡ τῆς κωμῳδίας καὶ ἡ τῆς τραγῳδίας εὕρεσις ἐν Ἰκαρίῳ τῆς Ἀττικῆς εὑρέθη, καὶ κατ’ αὐτὸν τὸν τῆς τρύγης καιρὸν ἀφ’ οὗ δὴ καὶ τρυγῳδία τὸ πρῶτον ἐκλήθη ἡ κωμῳδία. τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς. οἴνου δὲ μηκέτ’ ὄντος οὐκ ἔστιν Κύπρις οὐδ’ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι, Εὐριπίδης ἐν Βάκχαις φησί. καὶ Ἀστυδάμας δέ φησι· θνητοῖσι τὴν ἀκεσφόρον λύπης ἔφηνεν οἰνομήτορ’ ἄμπελον. συνεχῶς μὲν γὰρ ἐμπιπλάμενος ἀμελὴς γίνεται ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός, Ἀντιφάνης φησίν. οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον, τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα, φησὶν Ἄλεξις. Σέλευκος δέ φησι τὸ παλαιὸν οὐκ εἶναι ἔθος οὔτ’ οἶνον ἐπὶ πλεῖον οὔτ’ ἄλλην ἡδυπάθειαν προσφέρεσθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶντας. διὸ καὶ θοίνας καὶ θαλείας καὶ μέθας ὠνόμαζον τὰς μὲν ὅτι διὰ θεοὺς οἰνοῦσθαι δεῖν ὑπελάμβανον, τὰς δ’ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ συνῄεσαν. τοῦτο γάρ ἐστι τὸ δαῖτα θάλειαν. τὸ δὲ μεθύειν φησὶν Ἀριστοτέλης τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆσθαι.
12
θεοῖσι μικρὰ θύοντας τέλη, τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους, Εὐριπίδης φησί. καὶ σημαίνει ὧδε τὸ τέλος τὴν θυσίαν. καὶ Ὅμηρος· οὐ γάρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα. τελετάς τε καλοῦμεν τὰς ἔτι μείζους καὶ μετά τινος μυστικῆς παραδόσεως ἑορτὰς τῶν εἰς αὐτὰς δαπανημάτων ἕνεκα, τελεῖν γὰρ τὸ δαπανᾶν, καὶ πολυτελεῖς οἱ πολλὰ ἀναλίσκοντες καὶ εὐτελεῖς οἱ ὀλίγα. φησὶν Ἄλεξις· τοὺς εὐτυχοῦντας ἐπιφανῶς δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ ποιεῖν ὁ γὰρ θεὸς δεδωκὼς τἀγαθὰ ὧν μὲν πεποίηκεν οἴεται χάριν τινὰ ἔχειν ἑαυτῷ· τοὺς ἀποκρυπτομένους δὲ καὶ πράττειν μετρίως φάσκοντας ἀχαρίστους ὁρῶν ἀνελευθέρως τε ζῶντας ἐπὶ καιροῦ τινος λαβὼν ἀφείλεθ’ ὅσα δεδωκὼς ἦν πάλαι.