Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

22 διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι, κώμη δ’ ἐστὶν αὕτη Κορίνθου, ὡς Εὐφορίων ἢ Ἀρχύτας ἐν Γεράνῳ φησίν (p. 44 M)· ὥριον οἷά τε μῆλον, ὅ τ’ ἀργιλώδεσιν ὄχθαις πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι. μνημονεύει δ’ αὐτῶν καὶ Νίκανδρος ἐν Ἑτεροιουμένοις οὕτως (fr. 50 Schn)· αὐτίχ’ ὅ γ’ ἢ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων μῆλα ταμὼν χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου. ὅτι δ’ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη Ῥιανὸς εἴρηκεν ἐν αʹ Ἡρακλείας (p. 178 M) καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν εʹ περὶ νεῶν καταλόγου. Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν Ἀντιπάτρῳ φησίν (p. 170 Wil)· ᾗχι μοι ὡραίων πολὺ φίλτερος ἡ δ’ ἀριμήλων πορφυρέων, Ἐφύρῃ τά τ’ ἀέξεται ἠνεμοέσσῃ.
23 φαυλίων δὲ μήλων μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσιν οὕτως (I 211 K)· ὦ τὰ μὲν κομψοί, τὰ δὲ φαυλότεροι φαυλίων μήλων. καὶ Θεόπομπος ἐν Θησεῖ (I 738 K). Ἀνδροτίων δ’ ἐν τῷ Γεωργικῷ ‘τὰς δὲ μηλέας, φησί, φαυλίας καὶ στρουθίας· οὐ γὰρ ἀπορρεῖ τὸ μῆλον ἀπὸ τοῦ μίσχου τῶν στρουθιῶν· τὰς δὲ ἠρινὰς ἢ Λακωνικὰς ἢ Σιδουντίας ἢ χνοωδίας.’ ἐγὼ δ᾽, ἄνδρες φίλοι, πάντων μάλιστα τεθαύμακα τὰ κατὰ τὴν Ῥώμην πιπρασκόμενα μῆλα τὰ Ματιανὰ καλούμενα, ἅπερ κομίζεσθαι λέγεται ἀπό τινος κώμης ἱδρυμένης ἐπὶ τῶν πρὸς Ἀκυληίᾳ Ἄλπεων. τούτων δ’ οὐ πολὺ ἀπολείπεται τὰ ἐν Γάγγροις πόλει Παφλαγονικῇ. ὅτι δὲ καὶ τῶν μήλων εὑρετής ἐστι Διόνυσος μαρτυρεῖ Θεόκριτος ὁ Συρακόσιος οὑτωσί πως λέγων (2, 120)· μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, κρατὶ δ’ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος. Νεοπτόλεμος δ’ ὁ Παριανὸς ἐν τῇ Διονυσιάδι καὶ αὐτὸς ἱστορεῖ ὡς ὑπὸ Διονύσου εὑρεθέντων τῶν μήλων, καθάπερ καὶ τῶν ἄλλων ἀκροδρύων. ‘ἐπιμηλὶς δὲ καλεῖται, φησὶ Πάμφιλος, τῶν ἀπίων τι γένος.’ Ἑσπερίδων δὲ μῆλα οὕτως καλεῖσθαί τινά φησι Τιμαχίδας ἐν δʹ Δείπνων. καὶ ἐν Λακεδαίμονι δὲ παρατίθεσθαι τοῖς θεοῖς φησι Πάμφιλος ταῦτα· εὔοσμα δὲ εἶναι καὶ ἄβρωτα, καλεῖσθαι δ’ Ἑσπερίδων μῆλα. Ἀριστοκράτης γοῦν ἐν δʹ Λακωνικῶν (FHG IV 332)· ‘ἔτι δὲ μῆλα καὶ μηλέας τὰς λεγομένας ἑσπερίδας.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme