Book 3
27
ὅτι δ’ ὄντως ἐκ τῆς ἄνω χώρας ἐκείνης κατέβη εἰς τοὺς Ἕλληνας τὸ φυτὸν τοῦτο, ἔστιν εὑρεῖν λεγόμενον καὶ παρὰ τοῖς τῆς κωμῳδίας ποιηταῖς, οἳ καὶ περὶ μεγέθους αὐτῶν τι λέγοντες τῶν κιτρίων μνημονεύειν φαίνονται. Ἀντιφάνης μὲν ἐν Βοιωτίῳ (II 35 K)· καὶ περὶ μὲν ὄψου γ’ ἠλίθιον τὸ καὶ λέγειν ὥσπερ πρὸς ἀπλήστους. ἀλλὰ ταυτὶ λάμβανε, παρθένε, τὰ μῆλα. Β. καλά γε. Α. καλὰ δῆτ᾽, ὦ θεοί· νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ’ ἀφιγμένον εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως. Β. παρ’ Ἑσπερίδων ᾤμην γε, νὴ τὴν Φωσφόρον, φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι· τρία μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ καὶ τίμιον. Ἔριφος δ’ ἐν Μελιβοίᾳ αὐτὰ ταῦτα τὰ ἰαμβεῖα προθεὶς ὡς ἴδια τὰ τοῦ Ἀντιφάνους ἐπιφέρει (II 429 K)· Β. παρ’ Ἑσπερίδων ᾤμην γε, νὴ τὴν Ἄρτεμιν, φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι; τρία μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ καὶ τίμιον. Β. τούτων μὲν ὀβολόν, εἰ πολύ, τίθημι· λογιοῦμαι γάρ. Α. αὗται δὲ ῥόαι. Β. ὡς εὐγενεῖς. Α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον. Β. βέρβεαι πολυτίμητε· κᾆτα τρεῖς μόνας καὶ τάσδ’ ἐκόμισας; Α. οὐ γὰρ εἶχον πλείονας.
28
τούτοις εἴ τις ἀντιλέγειν ἔχει ὅτι μὴ τὸ νῦν κιτρίον λεγόμενον σημαίνεται, σαφέστερα μαρτύρια παρατιθέσθω· καίτοι καὶ Φαινίου τοῦ Ἐρεσίου ἔννοιαν ἡμῖν διδόντος μήποτε ἀπὸ τῆς κέδρου τὸ κεδρίον ὠνόμασται. καὶ γὰρ τὴν κέδρον φησὶν ἐν πέμπτῳ περὶ φυτῶν (FHG II 300) ἀκάνθας ἔχειν περὶ τὰ φύλλα. ὅτι δὲ τὸ αὐτὸ τοῦτο καὶ περὶ τὸ κιτρίον ἐστὶ παντὶ δῆλον.