Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

29 τούτοις εἴ τις ἀπιστεῖ, μαθέτω καὶ παρὰ Θεοπόμπου τοῦ Χίου, ἀνδρὸς φιλαλήθους καὶ πολλὰ χρήματα καταναλώσαντος εἰς τὴν περὶ τῆς ἱστορίας ἐξέτασιν ἀκριβῆ, φησὶ γὰρ οὗτος ἐν τῇ ὀγδόῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν περὶ Κλεάρχου διηγούμενος τοῦ Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ τυράννου, ὡς βιαίως ἀνῄρει πολλοὺς καὶ ὡς τοῖς πλείστοις ἐδίδου ἀκόνιτον πιεῖν ἐπειδὴ οὖν, φησί, πάντες ἔγνωσαν τὴν τοῦ φαρμάκου ταύτην φιλοτησίαν, οὐ προῄεσαν τῶν οἰκιῶν πρὶν φαγεῖν πήγανον τοῦτο γὰρ τοὺς προφαγόντας μηδὲν πάσχειν πίνοντας τὸ ἀκόνιτον ὃ καὶ κληθῆναί φησι διὰ τὸ φύεσθαι ἐν τόπῳ Ἀκόναις καλουμένῳ ὄντι περὶ τὴν Ἡράκλειαν. ταῦτ’ εἰπόντος τοῦ Δημοκρίτου θαυμάσαντες οἱ πολλοὶ τὴν τοῦ κιτρίου δύναμιν ἀπήσθιον ὡς μὴ πρότερον φαγόντες ἢ πιόντες τι. Πάμφιλος δ’ ἐν ταῖς Γλώσσαις Ῥωμαίους φησὶν αὐτὸ κίτρον καλεῖν.
30 ἑξῆς δὲ τοῖς προειρημένοις κατ’ ἰδίαν ἐπεισενεχθέντων ἡμῖν πολλῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων σχεδὸν τὰ πλεῖστα αὐτῶν μνήμης ἠξιωμένα παρ’ Ἐπιχάρμῳ ἐν Ἥβας Γάμῳ εὑρίσκω διὰ τούτων ἄγει δὲ παντοδαπὰ κογχύλια, λεπάδας, ἀστάκους, κραβύζους, κικιβάλους, τηθυνάκια, βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα, τὰ διελεῖν μέν ἐστι χαλεπά, καταφαγῆμεν δ᾽ εὐμαρέα· μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια, τὰ γλυκέα μὲν ἐντ’ ἐπέσθειν, ἐμπαγῆμεν δ’ ὀξέα, τούς τε μακρογογγύλους σωλῆνας· ἁ μέλαινά τε κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν ἐστ’ ἰσωνία· θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες, ταὶ κακοδόκιμοι τε κἠύωνοι, τὰς ἀνδροφυκτίδας πάντες ἄνθρωποι καλέονθ᾽, ἁμὲς δὲ λεύκας τοὶ θεοί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme