Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

33 τὰς δὲ κόγχας ἔστιν εὑρεῖν λεγομένας καὶ θηλυκῶς καὶ ἀρσενικῶς. Ἀριστοφάνης Βαβυλωνίοις (I 409 K)· ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων. Τηλεκλείδης δ’ ἐν Ἡσιόδοις (I 214 K) κόγχη φησὶ διελεῖν. καὶ Σώφρων γυναικείοις (fr. 33 Bo)· ‘αἵ γα μὰν κόγχαι, ὥσπερ αἴ κ’ ἐξ ἑνὸς κελεύματος, κεχάναντι ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει.’ ἀρσενικῶς δ’ Αἰσχύλος ἐν Ποντίῳ Γλαύκῳ (fr. 32 N)· κόγχοι μύες κὤστρεια. Ἀριστώνυμος Θησεῖ (I 668 K)· κόγχος ἦν βάπτων ἄλλων ὁμοίως. παραπλησίως δ’ εἴρηκε καὶ Φρύνιχος Σατύροις (I 383 K).
33 Ἱκέσιος δὲ ὁ Ἐρασιστράτειος τῶν χημῶν φησι τὰς μὲν τραχείας λέγεσθαι, τὰς δὲ λείας βασιλικάς. καὶ τὰς μὲν τραχείας καὶ κακοχύλους εἶναι, ὀλιγοτρόφους, εὐεκκρίτους, χρῆσθαι δὲ αὐταῖς καὶ δελέασι τοὺς πορφυρευομένους· τῶν δὲ λείων κατὰ τὰ μεγέθη καὶ τὰς διαφορὰς εἶναι κρατίστας. Ἡγήσανδρος δ’ ἐν ὑπομνήμασι (FGH IV 420) τὰς τραχείας φησὶ κόγχας ὑπὸ μὲν Μακεδόνων κωρύκους καλεῖσθαι, ὑπὸ δὲ Ἀθηναίων κριούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme