Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

39 ‘τὸν αὐτὸν δὲ τρόπον (ib. p. 548a 22) γίνεται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα, καθάπερ αἵ τε κνίδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι τῶν πετρῶν. ἐστὶ δὲ τῶν κνιδῶν δύο γένη· αἱ μὲν γὰρ ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δ’ ἐν τοῖς λείοις καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσι.’ τὰς δὲ κνίδας ὁ Εὔπολις ἐν Αὐτολύκῳ (I 272 K) ἀκαλήφας ὀνομάζει ἔτι τε Ἀριστοφάνης ἐν Φοινίσσαις οὕτως (ib. p. 534)· ἔχε τὸν πρῶτον πάντων ἴφυα φῦναι εἶθ’ ἑξῆς τὰς κραναὰς ἀκαλήφας. καὶ ἐν Σφηξί (884). Φερεκράτης δ’ ἐν Αὐτομόλοις (I 152 K)· κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι. Δίφιλος δ’ ὁ Σίφνιος ἰατρὸς ‘ἡ δὲ ἀκαλήφη, φησίν, ἐστὶν εὐκοίλιος, οὐρητική, εὐστόμαχος· κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν μὴ προαλείψωνται.’ ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτήν· ὑφ’ ὧν κατὰ παραφθορὰν νῦν ἀκαλήφη ὀνομάζεται· τάχα δὲ ἴσως διὰ ταύτην καὶ ἡ βοτάνη. κατ᾽ εὐφημισμὸν γὰρ τῆς ἀντιφράσεως ὠνόμασται· οὐ γὰρ πραεῖά ἐστιν καὶ ἀκαλὴ τῇ ἁφῇ, τραχεῖα δὲ καὶ ἀηδής. τῆς μέντοι θαλασσίας ἀκαλήφης μνημονεύει καὶ Φιλιππίδης ἐν Ἀμφιαράῳ οὕτως (IV 468 M)· ὄστρε᾽, ἀκαλήφας, λεπάδας .. παρέθηκέ μοι. τὸ δ’ ἐν Λυσιστράτῃ Ἀριστοφάνους πέπαικται (549)· ἀλλ’ ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν. ἐπεὶ τήθεα τὰ ὄστρεα. μέμικται γὰρ κωμῳδικῶς πρὸς τὴν τήθην καὶ μητέρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme