Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

41 ἐχῖνοι δὲ ἁπαλοὶ μέν, εὔχυλοι, βρομώδεις, πλήσμιοι, εὔφθαρτοι, μετὰ δὲ ὀξυμέλιτος λαμβανόμενοι καὶ σελίνου καὶ ἡδυόσμου εὐστόμαχοι, γλυκεῖς τε καὶ εὔχυλοι. προσηνέστεροι δ’ αὐτῶν οἱ ἐρυθροὶ καὶ οἱ μήλινοι καὶ οἱ παχύτεροι καὶ οἱ ἐν τῷ ξύεσθαι τὴν σάρκα γαλακτῶδες ἀνιέντες. οἱ δὲ περὶ τὴν Κεφαλληνίαν γινόμενοι καὶ περὶ τὴν Ἰκαρίαν καὶ τὸν Ἀδρίαν ... τινὲς αὐτῶν καὶ ὑπόπικροί εἰσιν· οἱ δ’ ἐπὶ τοῦ σκοπέλου τῆς Σικελίας κοιλίας λυτικοί.’ Ἀριστοτέλης δέ φησι (h. a. IV p. 530a 34) τῶν ἐχίνων πλείω γένη εἶναι· ἓν μὲν τὸ ἐσθιόμενον, ἐν ᾧ τὰ καλούμενά ἐστιν ᾠά, ἄλλα δὲ δύο τό τε τῶν σπατάγγων καὶ τὸ τῶν καλουμένων βρυσῶν. μνημονεύει τῶν σπατάγγων καὶ Σώφρων (fr. 69 Bo) καὶ Ἀριστοφάνης ἐν Ὁλκάσιν οὕτως (I 497 K)· δαρδάπτοντα, μιστύλλοντα, διαλείχοντά μου τὸν κάτω σπατάγγην. καὶ Ἐπίχαρμος δὲ ἐν Ἥβας γάμῳ περὶ τῶν ἐχίνων φησί (p. 231 L)· καρκίνοι θ’ ἵκοντ’ ἐχῖνοί θ᾽, οἳ καθ’ ἁλμυρὰν ἅλα νεῖν μὲν οὐκ ἴσαντι, πεζᾷ δ’ ἐμπορεύονται μόνοι. Δημήτριος δ’ ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ Τρωικοῦ διακόσμου (fr. 15 Gaede) Λάκωνά φησί τινα κληθέντα ἐπὶ θοῖναν παρατεθέντων ἐπὶ τὴν τράπεζαν θαλαττίων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν χρῆσιν τοῦ ἐδέσματος, ἀλλ’ οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν· ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον. δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τραχύτητος εἰπεῖν· ‘ὦ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς οὔτ’ αὖτις ἔτι κα λάβοιμι.’ ὅτι δὲ οἱ ἐχῖνοι, λέγω δὲ καὶ τοὺς χερσαίους καὶ τοὺς θαλαττίους, καὶ ἑαυτῶν εἰσι φυλακτικοὶ πρὸς τοὺς θηρῶντας, προβαλλόμενοι τὰς ἀκάνθας ὥσπερ τι χαράκωμα, Ἴων ὁ Χῖος μαρτυρεῖ ἐν Φοίνικι ἢ Καινεῖ λέγων οὕτως (p. 573 N)· ἀλλ’ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα ἢ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας· ὃς εὖτ’ ἂν ἄλλων κρεισσόνων ὁρμὴν μάθῃ, στρόβιλος ἀμφάκανθον εἱλίξας δέμας κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme