Book 3
50
τοσούτων λεχθέντων καὶ περὶ τούτων οὐδὲ τῶν ἰατρῶν οἱ παρόντες ἀσύμβολοι μετειλήφασιν. ἔφη γὰρ ὁ Διονυσοκλῆς· ‘Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ἔφη· ‘κεφαλὴ καὶ πόδες ὑὸς οὐ πολὺ τὸ τρόφιμον καὶ λιπαρὸν ἐν ἑαυτοῖς ἔχουσι.’ καὶ ὁ Λεωνίδης· ‘Δήμων ἐν δʹ Ἀτθίδος (FHG I 378) ‘Ἀφείδαντα, φησί, βασιλεύοντα Ἀθηνῶν Θυμοίτης ὁ νεώτερος ἀδελφὸς νόθος ὢν ἀποκτείνας αὐτὸς ἐβασίλευσεν. ἐφ’ οὗ Μέλανθος Μεσσήνιος ἐκπεσὼν τῆς πατρίδος ἐπήρετο τὴν Πυθίαν ὅπου κατοικήσει. ἣ δὲ ἔφη, ἔνθα ἂν ξενίοις πρῶτον τιμηθῇ τοὺς πόδας αὐτῷ καὶ τὴν κεφαλὴν ἐπὶ τῷ δείπνῳ παραθέντων. καὶ τοῦτ’ ἐγένετο αὐτῷ ἐν Ἐλευσῖνι· τῶν ἱερειῶν γὰρ τότε πάτριόν τινα ἑορτὴν ἐπιτελουσῶν καὶ πάντα τὰ κρέα κατανηλωκυιῶν, τῶν δὲ ποδῶν καὶ τῆς κεφαλῆς ὑπολοίπων ὄντων ταῦτα τῷ Μελάνθῳ ἀπέστειλαν.’
51
ΜΗΤΡΑ ἑξῆς ἐπεισηνέχθη, μητρόπολίς τις ὡς ἀληθῶς οὖσα καὶ μήτηρ τῶν Ἱπποκράτους υἱῶν, οὓς εἰς ὑωδίαν κωμῳδουμένους οἶδα. εἰς ἣν ἀποβλέψας ὁ Οὐλπιανὸς ‘ἄγε δή, ἔφη, ἄνδρες φίλοι, παρὰ τίνι κεῖται ἡ μήτρα; ἱκανῶς γὰρ γεγαστρίσμεθα καὶ καιρὸς ἤδη ᾽στὶ καὶ λέγειν ἡμᾶς. τοῖς δὲ κυνικοῖς τοῦτο παρακελεύομαι σιωπᾶν κεχορτασμένοις ἀφειδῶς, πλὴν εἰ μὴ καὶ τῶν σιαγόνων καὶ τῶν κεφαλῶν κατατρῶξαι βούλονται καὶ τὰ ὀστᾶ, ὧν οὐδεὶς φθόνος αὐτοῖς ἀπολαύειν ὡς κυσί· τοῦτο γάρ εἰσι καὶ εὔχονται καλεῖσθαι.