Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

51 μήτρα ἑξῆς ἐπεισηνέχθη, μητρόπολίς τις ὡς ἀληθῶς οὖσα καὶ μήτηρ τῶν Ἱπποκράτους υἱῶν, οὓς εἰς ὑωδίαν κωμῳδουμένους οἶδα. εἰς ἣν ἀποβλέψας ὁ Οὐλπιανὸς ἄγε δή, ἔφη, ἄνδρες φίλοι, παρὰ τίνι κεῖται ἡ μήτρα; ἱκανῶς γὰρ γεγαστρίσμεθα καὶ καιρὸς ἤδη ᾽ στὶ καὶ λέγειν ἡμᾶς. τοῖς δὲ κυνικοῖς τοῦτο παρακελεύομαι σιωπᾶν κεχορτασμένοις ἀφειδῶς, πλὴν εἰ μὴ καὶ τῶν σιαγόνων καὶ τῶν κεφαλῶν κατατρῶξαι βούλονται καὶ τὰ ὀστᾶ, ὧν οὐδεὶς φθόνος αὐτοῖς ἀπολαύειν ὡς κυσί τοῦτο γάρ εἰσι καὶ εὔχονται καλεῖσθαι. νόμος δὲ λείψαν’ ἐκβάλλειν κυσίν, ἐν Κρήσσαις ὁ Εὐριπίδης ἔφη. πάντα γὰρ ἐσθίειν καὶ πίνειν θέλουσιν, ἐπὶ νοῦν οὐ λαμβάνοντες ὅπερ ὁ θεῖος Πλάτων ἔφη ἐν Πρωταγόρᾳ· τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων. καὶ γὰρ οὗτοι διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις δι’ αὑτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις ξύνεισιν. ὅπου δὲ καλοὶ καὶ ἀγαθοὶ ξυμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτε αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλ’ αὐτοὺς ἑαυτοῖς ἱκανοὺς ὄντας συνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς ἑαυτῶν φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ πολὺν οἶνον πίωσι. τοῦτο δ’ ὑμεῖς ποιεῖτε, ὦ Κύνουλκε· πίνοντες, μᾶλλον δ’ ἐκπίνοντες, αὐλητρίδων καὶ ὀρχηστρίδων δίκην ἐμποδίζετε τὴν διὰ τῶν λόγων ἡδονήν, ζῶντες κατὰ τὸν αὐτὸν Πλάτωνα, ὃς ἐν τῷ Φιλήβῳ φησίν, οὐκ ἀνθρώπου βίον, ἀλλά τινος πλεύμονος ἢ τῶν ὅσα θαλάττια μετ’ ὀστρεΐνων ἔμψυχά ἐστι σωμάτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme