Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

52 καὶ ὁ Κύνουλκος ὀργισθεὶς ‘γάστρων, ἔφη, καὶ κοιλιόδαιμον ἄνθρωπε, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ ἱστορίας μνησθῆναι, οὐ τῆς ἐν λόγοις χάριτος ἀπάρξασθαί ποτε, ἀλλὰ τὸν χρόνον ἅπαντα περὶ ταῦτα κατετρίβης ζητῶν, κεῖται, οὐ κεῖται; εἴρηται, οὐκ εἴρηται; ἐξονυχίζεις τε πάντα τὰ προσπίπτοντα τοῖς συνδιαλεγομένοις τὰς ἀκάνθας συνάγων, ὡς ἀν’ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν ἀεὶ διατρίβων, ἀνθέων τῶν ἡδίστων μηδὲν συναθροίζων. ἢ οὐ σὺ εἶ ὁ καὶ τὴν ὑπὸ Ῥωμαίων καλουμένην στρήναν κατά τινα πατρίαν παράδοσιν λεγομένην καὶ διδομένην τοῖς φίλοις ἐπινομίδα καλῶν; καὶ εἰ μὲν τὴν Πλάτωνος ζηλώσας, μαθεῖν βουλόμεθα ....· εἰ δὲ παρά τινι οὕτως εὑρὼν λεγομένην, ἐμφάνισον τὸν εἰπόντα. ἐγὼ γὰρ οἶδα ἐπινομίδα καλουμένην καὶ μέρος τι τῆς τριήρους, ὡς Ἀπολλώνιος ἐν Τριηρικῷ παρατέθειται. οὐ σὺ εἶ ὁ καὶ τὸν καινὸν καὶ οὐδέπω ἐν χρείᾳ γενόμενον φαινόλην — εἴρηται γάρ, ὦ βέλτιστε, καὶ ὁ φαινόλησ — εἰπών ‘παῖ Λεῦκε, δός μοι τὸν ἄχρηστον φαινόλην.’ εἰς βαλανεῖον δέ ποτε πορευόμενος οὐκ ἔφης πρὸς τὸν πυνθανόμενον ‘ποῖ δή;’ ‘ἀπολούμενος, ἦν δ’ ἐγώ, ἐπείγομαι;’ κἀκείνης σοι τῆς ἡμέρας ὁ καλὸς κανυσῖνος ὑπὸ λωποδυτῶν ἀνηρπάσθη, ὡς γέλωτα πάμπολυν ἐν τῷ βαλανείῳ γενέσθαι ἀχρήστου ζητουμένου φαινόλου. ἄλλοτε δέ, ὦ ἑταῖροι φίλτατοι — πρὸς γὰρ ὑμᾶς εἰρήσεται τἀληθῆ — προσέπταισε λίθῳ καὶ τὴν κνήμην ἔλυσε· θεραπευθεὶς οὖν προῄει καὶ πρὸς τοὺς πυνθανομένους ‘τί τοῦτο, Οὐλπιανέ;’ ‘ὑπώπιον’ ἔλεγε. κἀγὼ — ξυνῆν γὰρ αὐτῷ — τότε τὸν γέλωτα φέρειν οὐ δυνάμενος παρά τινι τῶν φίλων ἰατρῷ ὑπαλειψάμενος τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς παχεῖ φαρμάκῳ πρὸς τοὺς πυνθανομένους ‘τί δὲ σύ;’ ‘πρόσκομμα’ ἔφασκον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme