Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

53 τῆς δ’ αὐτῆς ταύτης σοφίας καὶ ἕτερός ἐστι ζηλωτής, Πομπηιανὸς ὁ Φιλαδελφεύς, ἄνθρωπος οὐκ ἀπάνουργος, ὀνοματοθήρας δὲ καὶ αὐτός. ὅστις πρὸς τὸν οἰκέτην διαλεγόμενος μεγάλῃ τῇ φωνῇ καλέσας τοὔνομα ‘Στρομβιχίδη, ἔφη, κόμιζέ μοι ἐπὶ τὸ γυμνάσιον τὰς βλαύτας τὰς ἀφορήτους καὶ τὴν ἐφεστρίδα τὴν ἄχρηστον. ἐγὼ γὰρ ὑποδησάμενος τὸν πώγωνα προσαγορεύσω τοὺς ἑταίρους· ὀπτὸς γάρ ἐστί μοι Λάριχος. κόμιζε δὲ τοῦ ἐλαίου τὴν λήκυθον· πρότερον γὰρ συντριβησόμεθον, ἔπειθ’ οὕτως ἀπολούμεθον.’ ὁ δ’ αὐτὸς οὗτος σοφιστὴς Φεβρουαρίῳ μηνί, ὡς Ῥωμαῖοι λέγουσι — τὸν δὲ μῆνα τοῦτον κληθῆναί φησιν ὁ Μαυρούσιος Ἰόβας (FHG III 470) ἀπὸ τῶν κατουδαίων φόβων κατ’ ἀναίρεσιν τῶν δειμάτων — ἐν ᾧ τοῦ χειμῶνός ἐστι τὸ ἀκμαιότατον, καὶ ἔθος τότε τοῖς κατοιχομένοις τὰς χοὰς ἐπιφέρειν πολλαῖς ἡμέραις, πρός τινα τῶν φίλων ‘οὐκ εἶδές με, ἔφη, πολλῶν ἡμερῶν διὰ τὰ καύματα.’ τῆς δὲ τῶν Παναθηναίων ἑορτῆς ἐπιτελουμένης, δι’ ἧς καὶ τὰ δικαστήρια οὐ συνάγεται, ἔφη ‘γενέθλιός ἐστι τῆς ἀλέκτορος Ἀθηνᾶς καὶ ἄδικος ἡ τῆτες ἡμέρα.’ ἐκάλεσε δέ ποτε καὶ τὸν ἐκ Δελφῶν ἐπανελθόντα ἡμῶν ἑταῖρον οὐδὲν αὐτῷ χρήσαντος τοῦ θεοῦ ἄχρηστον. δεῖξιν δέ ποτε λόγων δημοσίᾳ ποιούμενος καὶ ἐγκώμιον διεξερχόμενος τῆς βασιλευούσης πόλεως ἔφη ‘θαυμαστὴ δ’ ἡ Ῥωμαίων ἀρχὴ ἡ ἀνυπόστατος.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme