Book 3
63
εἰς ταῦτ’ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν καλὸν Χρύσιππον κατιδόντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου Γαστρολογίαν, ἣν πάντες οἱ τῶν φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιίαν. πρὸς οὓς καὶ Θεόγνητος ἐν Φάσματι ἢ Φιλαργύρῳ φησὶν ἐκ τούτων (IV 549 M)· ἄνθρωπ᾽, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς· ‘ἀλλότριόν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη· σοφία δ’ ἴδιον, κρύσταλλος. οὐθεὶς πώποτε ταύτην λαβὼν ἀπώλεσ᾽.’ ὦ τάλας ἐγώ, οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν. ἐπαρίστερ’ ἔμαθες, ὦ πόνηρε, γράμματα· ἀντέστροφέν σου τὸν βίον τὰ βιβλία· πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν, οἷς οὐθέν ἐστιν ἐπιμελὲς τῶν λόγων.’