Book 3
66
περὶ δὲ τῶν ΚΑΡΙΔΩΝ, ὅτι καὶ πόλις ἦν Καρίδες περὶ Χίον τὴν νῆσον Ἔφορος ἐν τῇ γʹ ἱστορεῖ (FHG I 242), κτίσαι φάσκων αὐτὴν τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατακλυσμοῦ μετὰ Μάκαρος, καὶ μέχρι νῦν τὸν τόπον καλεῖσθαι Καρίδας. ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος παραινεῖ τάδε (fr. 24 Ri)· ἢν δέ ποτ’ εἰς Ἴασον Καρῶν πόλιν εἰσαφίκηαι, καρῖδ’ εὐμεγέθη λήψῃ· σπανία δὲ πρίασθαι· ἐν δὲ Μακηδονίᾳ τε καὶ Ἀμβρακίᾳ μάλα πολλαί. ἐκτεταμένως δ’ εἴρηκε καρῖδα Ἀραρὼς μὲν ἐν Καμπυλίωνι (II 217 K)· αἵ τε καμπύλαι καρῖδες ἐξήλλοντο δελφίνων δίκην εἰς σχοινόπλεκτον ἄγγος. καὶ Εὔβουλος ἐν Ὀρθάννῃ (II 192 K)· καρῖδα καθηκατω κἀνέσπασ’ αὖθις. Ἀναξανδρίδης Λυκούργῳ (II 144 K)· καὶ συμπαίζει καριδαρίοις μετὰ περκιδίων καὶ θρᾳττιδίων καὶ ψητταρίοις μετὰ κωθαρίων καὶ σκινδαρίοις μετὰ κωβιδίων. ὁ δ’ αὐτὸς κἀν Πανδάρῳ φησίν (ib. 149)· οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστ᾽, ἔσῃ· αὕτη δὲ καριδοι τὸ σῶμα καμπύλη, ἄγκυρά τ’ ἐστὶν ἄντικρυς τοῦ σώματος. ἐν δὲ Κερκίῳ (ib. 143)· ἐρυθρότερον καρῖδος ὀπτῆς σ’ ἀποφανῶ. Εὔβουλος Τιτθαῖς (II 204 K) καρῖδάς τε τῶν κυφῶν. καὶ Ὠφελίων Καλλαίσχρῳ (ib. 294)· κυρταὶ δ’ ὁμοῦ καρῖδες ἐν ξηρῷ πέδω. καὶ ἐν Ἰαλέμῳ (ib. 293)· ὠρχοῦντο δ’ ὡς καρῖδες ἀνθράκων ἔπι πηδῶσι κυρταί. συνεσταλμένως δ’ εἴρηκεν Εὔπολις ἐν Αἰξὶν οὕτως (I 259 K)· πλὴν ἅπαξ ποτ’ ἐν Φαίακος ἔφαγον καρίδας. καὶ ἐν Δήμοις (ib. 286)· ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης.
67
ὠνομάσθησαν δὲ καρῖδες ἀπὸ τοῦ κάρα· τὸ πλεῖστον γὰρ μέρος τοῦ σώματος ἡ κεφαλὴ ἀπηνέγκατο. καρίδες δὲ βραχέως οἱ Ἀττικοὶ ἀναλόγως· παρὰ γὰρ τὸ κάρη γέγονε διὰ τὸ μείζονι κεχρῆσθαι κεφαλῇ. ὡς οὖν παρὰ τὸ γραφὴ γραφὶς καὶ βολὴ βολίς, οὕτως καὶ παρὰ τὸ κάρη καρίς. ταθείσης δὲ τῆς παρατελευταίας ἐτάθη καὶ τὸ τέλος, καὶ ὁμοίως λέγεται τῷ ψηφὶς καὶ κρηπίς καὶ τευθίς.