Book 3
70
ὅτι δ’ ἔθος τῷ ἐπίπλῳ περικαλύπτεσθαι τὰ ἡπάτια, Ἡγήσανδρος ὁ Δελφὸς ἐν ὑπομνήμασί φησι Μετάνειραν τὴν ἑταίραν ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις αὐτὴ πνευμόνιον ἔλαβε καὶ ὡς περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν· ἀπόλωλα, πέπλων μ’ ὤλεσαν περιπτυχαί. μήποτε δὲ καὶ Κρώβυλος ὁ κωμῳδιοποιὸς αἰσχυνόμενον εἶπε τὸ τοιοῦτο ἧπαρ ὥσπερ καὶ, ἐν Ψευδυποβολιμαίῳ λέγων οὕτως· καὶ πλεκτάνην στιφρὰν σφόδρ᾽, ἐπὶ τούτοις τέ που αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου. ἡπάτιον δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς καὶ Ἀλκαῖος ἐν Παλαίστρᾳ Εὔβουλὸς τ’ ἐν Δευκαλίωνι. δασυντέον δὲ λέγοντας τὸ ἧπαρ· καὶ γὰρ ἡ συναλοιφή ἐστιν παρ’ Ἀρχιλόχῳ διὰ δασέος. φησὶ γάρ· χολὴν γὰρ οὐκ ἔχεις ἐφ’ ἥπατι. ἐστὶ δὲ καὶ ἰχθύς τις ἥπατος καλούμενος, ὅν φησιν ὁ αὐτὸς Εὔβουλος ἐν Λάκωσιν ἢ Λὴδᾳ οὐκ ἔχειν χολήν· οὐκ ᾤου σύ με χολὴν ἔχειν, ὡς δ’ ἡπάτῳ μοι διελέγου; ἐγὼ δὲ γ’ εἰμὶ τῶν μελαμπύγων ἔτι. Ἡγήσανδρος δ’ ἐν ὑπομνήμασιν ἐν τῇ κεφαλῇ φησι τὸν ἥπατον δύο λίθους ἔχειν τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους τοῖς ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς.
71
Ταγηνιστῶν δ’ ἰχθύων μνημονεύει Ἄλεξις ἐν Δημητρίῳ καθάπερ κἀν τῷ προκειμένῳ δράματι. Εὔβουλος Ὀρθάννῃ· πᾶσα δ’ εὔμορφος γυνὴ ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα τριβαλλοποπανόθρεπτα μειρακύλλια, ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη πηδᾷ, χορεύει, πῶλος ὣς ἀπὸ ζυγοῦ. ῥιπὶς δ’ ἐγείρει φύλακας ʽ Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ· ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη ᾄσσει· μεμαγμένη δὲ Δήμητρος κόρη κοίλη φάραγγος δακτύλου πιέσματι σύρει τριήρους ἐμβολὰς μιμουμένη, δείπνου πρόδρομον ἄριστον. ἤσθιον δὲ καὶ ταγηνιστὰς σηπίας. Νικόστρατος ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ φησὶν οὔποτ’ ἂν αὖθις αὖ σηπίαν ἀπὸ τηγάνου τολμήσαιμι φαγεῖν μόνος. ʽ Ἡγήμων δ’ ἐν Φιλίννῃ καὶ γόνον ἐκ ταγήνου ἐσθίοντας ποιεῖ ἐν τούτοις· μἀλλὰ ταχέως ἰὼν πρίω μοι πουλύπουν καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.