Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

70 ὅτι δ’ ἔθος τῷ ἐπίπλῳ περικαλύπτεσθαι τὰ ἡπάτια, Ἡγήσανδρος ὁ Δελφὸς ἐν ὑπομνήμασί φησι (FHG IV 419) Μετάνειραν τὴν ἑταίραν ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις αὐτὴ πνευμόνιον ἔλαβε καὶ ὡς περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν· ἀπόλωλα, πέπλων μ’ ὤλεσαν περιπτυχαί. μήποτε δὲ καὶ Κρώβυλος ὁ κωμῳδιοποιὸς αἰσχυνόμενον εἶπε τὸ τοιοῦτο ἧπαρ ὥσπερ καὶ Ἄλεξις, ἐν Ψευδυποβολιμαίῳ λέγων οὕτως (IV 567 M)· καὶ πλεκτάνην στιφρὰν σφόδρ’ ἐπὶ τούτοις τέ που αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου. ἡπάτιον δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς (fr. 506, 2 K) καὶ Ἀλκαῖος ἐν Παλαίστρᾳ (I 762 K) Εὔβουλός τ’ ἐν Δευκαλίωνι (II 173). δασυντέον δὲ λέγοντας τὸ ἧπαρ· καὶ γὰρ ἡ συναλοιφή ἐστιν παρ’ Ἀρχιλόχῳ διὰ δασέος. φησὶ γάρ (fr. 131 B4) χολὴν γὰρ οὐκ ἔχεις ἐφ’ ἥπατι. ἐστὶ δὲ καὶ ἰχθύς τις ἥπατος καλούμενος, ὅν φησιν ὁ αὐτὸς Εὔβουλος ἐν Λάκωσιν ἢ Λήδᾳ οὐκ ἔχειν χολήν (II 185 K)· οὐκ ᾤου σύ με χολὴν ἔχειν, ὡς δ’ ἡπάτῳ μοι διελέγου; ἐγὼ δέ γ’ εἰμὶ τῶν μελαμπύγων ἔτι. Ἡγήσανδρος δ’ ἐν ὑπομνήμασιν (FHG IV 420) ἐν τῇ κεφαλῇ φησι τὸν ἥπατον δύο λίθους ἔχειν τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους τοῖς ἐν τοῖς ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς.
71 ΤΑΓΗΝΙΣΤΩΝ δ’ ἰχθύων μνημονεύει Ἄλεξις ἐν Δημητρίῳ (II 315 K) καθάπερ κἀν τῷ προκειμένῳ δράματι. Εὔβουλος Ὀρθάννῃ (II 190 K)· πᾶσα δ’ εὔμορφος γυνὴ ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα τριβαλλοπανόθρεπτα μειρακύλλια, ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη πηδᾷ, χορεύει, πῶλος ὣς ἀπὸ ζυγοῦ. ῥιπὶς δ’ ἐγείρει φύλακας Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ· ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη ᾄσσει· μεμαγμένη δὲ Δήμητρος κόρη κοίλη φάραγγος δακτύλου πιέσματι σύρει τριήρους ἐμβολὰς μιμουμένη, δείπνου πρόδρομον ἄριστον. ἤσθιον δὲ καὶ ταγηνιστὰς σηπίας. Νικόστρατος ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ φησίν (II 221 K)· οὔποτ’ ἂν αὖθις αὖ σηπίαν ἀπὸ τηγάνου τολμήσαιμι φαγεῖν μόνος. Ἡγήμων δ’ ἐν Φιλίννῃ καὶ γόνον ἐκ ταγήνου ἐσθίοντας ποιεῖ ἐν τούτοις (I 700 K)· μάλα ταχέως αὐτῶν πρίω .. πουλύπουν καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme