Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

75 Ἐπίχαρμος δ’ ἐν Ἥβης γάμῳ κἀν Μούσαισ—τοῦτο δὲ τὸ δρᾶμα διασκευή ἐστι τοῦ προκειμένου—ἄρτων ἐκτίθεται γένη κριβανίτην , ὅμωρον, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην, ἡμιάρτιον. ὧν καὶ Σώφρων ἐν γυναικείοις μίμοις μνημονεύει λέγων οὕτως· ι ᾽ δεῖπνον ταῖς θεαῖς, κριβανίτας καὶ ὁμώρους καὶ ἡμιάρτιον Ἑκάτᾳ.᾽ οἶδα δ᾽, ἄνδρες φίλοι, ὅτι Ἀττικοὶ μὲν διὰ τοῦ ρ στοιχείου λέγουσι καὶ κρίβανον καὶ κριβανίτην. Ἡρόδοτος δ’ ἐν δευτέρᾳ τῶν ἱστοριῶν ἔφη· κλιβάνῳ διαφανεῖ. καὶ ὁ Σώφρων δὲ ἔφη· τίς σταιτίτας ἢ κλιβανίτας ἢ ἡμιάρτια πέσσει; ὁ δ’ αὐτὸς μνημονεύει καὶ Πλακίτα τινὸς ἄρτου ἐν γυναικείοις· ᾽εἰς νύκτα μ’ ἑστιάσειν ἄρτῳ πλακίτᾳ.᾽ καὶ τυρῶντος δ’ ἄρτου μνημονεύει ὁ Σώφρων ἐν τῇ ἐπιγραφομένῃ Πενθερᾷ οὕτως συμβουλεύω τ’ ἐμφαγεῖν ἄρτον γάρ τις τυρῶντα τοῖς παιδίοις ἴαλε.᾽ Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις τὸν ἄζυμον ἄρτον καλεῖ δάρατον. Πλάτων δ’ ὁ κωμῳδιοποιὸς ἐν Νυκτὶ μακρᾷ τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς Κιλικίους ὀνομάζει διὰ τούτων κἆθ’ ἧκεν ἄρτους πριάμενος μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους. ἐν δὲ τῷ Μενελάῳ ἐπιγραφομένῳ ἀγελαίους τινὰς ἄρτους καλεῖ, αὐτοπύρου δ’ ἄρτου μέμνηται Ἄλεξις ἐν Κυπρίῳ· τὸν δ’ αὐτόπυρον ἄρτον ἀρτίως φαγών. Φρύνιχος δ’ ἐν Ποαστρίαις αὐτοπυρίτας αὐτοὺς καλῶν φησιν αὐτοπυρίταισὶ τ’ ἄρτοις καὶ λιπῶσι στεμφύλοις. ὀρίνδου δ’ ἄρτου μέμνηται Σοφοκλῆς ἐν Τριπτολέμῳ ἤτοι τοῦ ἐξ ὀρύζης γινομένου ἢ ἀπὸ τοῦ ἐν Αἰθιοπίᾳ γιγνομένου σπέρματος, ὅ ἐστιν ὅμοιον σησάμῳ. κολλάβου δ’ ἄρτου Ἀριστοφάνης ἐν Ταγηνισταῖς· λαμβάνετε κόλλαβον ἕκαστος. καὶ πάλιν ἢ δέλφακος ὀπωρινῆς ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων χλιαρῶν. γίνονται δ’ οἱ ἄρτοι οὗτοι ἐκ νέου πυροῦ, ὡς Φιλύλλιος ἐν Αὔγῃ παρίστησιν · αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων γαλακτοχρῶτας κολλάβους θερμούς. μακωνίδων δ’ ἄρτων μνημονεύει Ἀλκμὰν ἐν τῷ εʹ οὕτως κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαι μακωνίδων ἄρτων ἐπιστέφοισαι λίνω τε σασάμω τε κἠν πελίχναις πεδεσσι χρυσοκόλλα , ἐστὶ βρωμάτιον διὰ μέλιτος καὶ λίνου. τοῦ δὲ κολλύρας καλουμένου ἄρτου Ἀριστοφάνης ἐν Εἰρήνῃ· κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ’ αὐτῇ. καὶ ἐν Ὁλκάσι· καὶ κολλύραν τοῖσι γέρουσιν διὰ τοὐν Μαραθῶνι τρόπαιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme