Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

74 ΛΑΓΑΝΟΝ. τοῦτο ἐλαφρόν τ’ ἐστὶ καὶ ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἡ ΕΠΑΝΘΡΑΚΙΣ καλουμένη. μνημονεύει δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις φάσκων (843)· λάγανα πέττεται, τῆς δ’ ἀπανθρακίδος Διοκλῆς ὁ Καρύστιος ἐν αʹ Ὑγιεινῶν οὑτωσὶ λέγων· ‘ἡ δ’ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλωτέρα.’ ἔοικε δὲ καὶ οὗτος ἐπ᾽ ἀνθράκων γίνεσθαι, ὥσπερ καὶ ὁ παρ’ Ἀττικοῖς ἐγκρυφίας· ὃν καὶ Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme