Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

75 Ἐπίχαρμος δ’ ἐν Ἥβης γάμῳ κἀν Μούσαισ — τοῦτο δὲ τὸ δρᾶμα διασκευή ἐστι τοῦ προκειμένου — ἄρτων ἐκτίθεται γένη (p. 231 L) ΚΡΙΒΑΝΙΤΗΝ, ὅμωρον, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην, |ἡμιάρτιον. ὧν καὶ Σώφρων ἐν γυναικείοις μίμοις μνημονεύει λέγων οὕτως (fr. 11 Bo)· ‘δεῖπνον ταῖς θείαις κριβανίτας καὶ ὁμώρους καὶ ἡμιάρτιον ἑκάστᾳ.’ οἶδα δ᾽, ἄνδρες φίλοι, ὅτι Ἀττικοὶ μὲν διὰ τοῦ ρ στοιχείου λέγουσι καὶ κρίβανον καὶ κριβανίτην, Ἡρόδοτος δ’ ἐν δευτέρᾳ τῶν ἱστοριῶν ἔφη (c. 92)· ‘κλιβάνῳ διαφανεῖ.’ καὶ ὁ Σώφρων δὲ ἔφη (fr. 10 Bo)· ‘τίς σταιτίτας ἢ κλιβανίτας ἢ ἡμιάρτια πέσσει;’ ὁ δ’ αὐτὸς μνημονεύει καὶ ΠΛΑΚΙΤΑ τινὸς ἄρτου ἐν γυναικείοις (fr. 12)· ‘εἰς νύκτα μ᾽ ἑστιάσειν ἄρτῳ πλακίτᾳ.’ καὶ ΤΥΡΩΝΤΟΣ δ’ ἄρτου μνημονεύει ὁ Σώφρων ἐν τῇ ἐπιγραφομένῃ Πενθερᾷ οὕτως (fr. 32)· ‘συμβουλεύω τ’ ἐμφαγεῖν· ἄρτον γάρ τις τυρῶντα τοῖς παιδίοις ἴαλε.’ Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις (fr. 184 Schn) τὸν ἄζυμον ἄρτον καλεῖ ΔΑΡΑΤΟΝ. Πλάτων δ’ ὁ κωμῳδιοποιὸς ἐν Νυκτὶ μακρᾷ τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς ΚΙΛΙΚΙΟΥΣ ὀνομάζει διὰ τούτων (I 624 K)· κἆθ’ ἧκεν ἄρτους πριάμενος μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους. ἐν δὲ τῷ Μενελάῳ ἐπιγραφομένῳ ΑΛΕΛΑΙΟΥΣ τινὰς ἄρτους καλεῖ (ib. 622). ΑΥΤΟΠΥΡΟΥ δ’ ἄρτου μέμνηται Ἄλεξις ἐν Κυπρίῳ (II 340 K)· τὸν δ’ αὐτόπυρον ἄρτον ἀρτίως φαγών. Φρύνιχος δ’ ἐν Ποαστρίαις αὐτοπυρίτας αὐτοὺς καλῶν φησιν (I 380 K)· αὐτοπυρίταισί τ’ ἄρτοις καὶ λιπῶσι στεμφύλοις. ΟΡΙΝΔΟΥ δ’ ἄρτου μέμνηται Σοφοκλῆς ἐν Τριπτολέμῳ (fr. 548 N) ἤτοι τοῦ ἐξ ὀρύζης γινομένου ἢ ἀπὸ τοῦ ἐν Αἰθιοπίᾳ γιγνομένου σπέρματος, ὅ ἐστιν ὅμοιον σησάμῳ. ΚΟΛΛΑΒΟΥ δ’ ἄρτου Ἀριστοφάνης ἐν Ταγηνισταῖς (I 520 K)· λαμβάνετε κόλλαβον ἕκαστος. καὶ πάλιν (fr. 506 K)· ἢ δέλφακος ὀπωρινῆς ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων χλιερῶν. γίνονται δ’ οἱ ἄρτοι οὗτοι ἐκ νέου πυροῦ, ὡς Φιλύλλιος ἐν Αὔγῃ παρίστησιν (I 782 K)· αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων γαλακτοχρῶτας κολλάβους θερμούς. ΜΑΚΩΝΙΔΩΝ δ’ ἄρτων μνημονεύει Ἀλκμὰν ἐν τῷ εʹ οὕτως (fr. 74 b B4)· κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαι μακωνίδων ἄρτων ἐπιστέφοισαι λίνω τε σασάμω τε κἠν πελίχναις πεδεσσι χρυσοκόλλα. ἐστὶ δὲ βρωμάτιον διὰ μέλιτος καὶ λίνου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme