Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

80 ταῦτ’ ἐκθεμένου τἀριστάρχεια δόγματα τοῦ ʽ Ῥωμαίων μεγαλοσοφιστοῦ ὁ Κύνουλκος ἔφη· Δάματερ σοφίας οὐκ ἐτὸς ἄρα ψαμμακοσίους ἔχει μαθητὰς ὁ θαυμάσιος Βλεψίας καὶ πλοῦτον ἀπηνέγκατο τοσοῦτον ἐκ τῆς καλῆς ταύτης σοφίας ὑπὲρ Γοργίαν καὶ Πρωταγόραν. ὅθεν ὀκνῶ μὰ τὰς θεὰς εἰπεῖν πότερον αὐτὸς οὐ βλέπει ἢ οἱ ἑαυτοὺς μαθητὰς αὐτῷ παραδιδόντες πάντες ἕνα ἔχουσιν ὀφθαλμόν, ὡς μόλις διὰ τὸ πλῆθος ὁρᾶν. μακαρίους οὖν αὐτούς, μᾶλλον δὲ μακαρίτας εἶναί φημι τοιαύτας δείξεις τῶν διδασκάλων ποιουμένων. πρὸς ὃν ὁ Μάγνος φιλοτράπεζος ὢν καὶ τὸν γραμματικὸν τοῦτον ὑπερεπαινῶν διὰ τὴν ἐκτένειαν ἔφη· οὗτοι ἀνιπτόποδες, χαμαιευνάδες, ἀερίοικοι, κατὰ τὸν κωμικὸν Εὔβουλον, ἀνόσιοι λάρυγγες, ἀλλοτρίων κτεάνων παραδειπνίδες, οὐ χὠ προπάτωρ ὑμῶν Διογένης πλακοῦντά ποτε ἐσθίων ἐν δείπνῳ λάβρως πρὸς τὸν πυνθανόμενον ἔλεγεν ἄρτον ἐσθίειν καλῶς πεποιημένον; ὑμεῖς δ’ ᾽ ὦ λοπαδάγχαι κατὰ τὸν αὐτὸν ποιητὴν Εὔβουλον, λευκῶν ὑπογαστριδίων,᾽ ἑτέροις οὐ παραχωροῦντες φθέγγεσθε καὶ τὰς ἡσυχίας οὐκ ἄγετε ἕως ἄν τις ὑμῖν ὡς κυνιδίοις ἄρτων ἢ ὀστέων προσρίψῃ. πόθεν ὑμῖν εἰδέναι ὅτι καὶ κύβοι , οὐχ οὓς ἀεὶ μεταχειρίζεσθε, ἄρτοι εἰσὶ τετράγωνοι, ἡδυσμένοι ἀννήθῳ καὶ τυρῷ καὶ ἐλαίῳ, ὥς φησιν ʽ Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ; παρεῖδε δὲ τοῦτον ὁ Βλεψίας, ὥσπερ καὶ τὸν θαργηλὸν , ὅν τινες καλοῦσι θαλύσιον Κράτης δ’ ἐν β’ Ἀττικῆς διαλέκτου θάργηλον καλεῖσθαι τὸν ἐκ τῆς συγκομιδῆς πρῶτον γινόμενον ἄρτον καὶ τὸν σησαμίτην. οὐχ ἑώρακε δὲ οὐδὲ τὸν ἀνάστατον καλούμενον, ὃς ταῖς ἀρρηφόροις γίνεται, ἐστὶ δὲ καὶ ὁ πυραμοῦς ἄρτος διὰ σησάμων πεττόμενος καὶ τάχα ὁ αὐτὸς τῷ σησαμίτῃ ὤν. μνημονεύει δὲ πάντων τούτων Τρύφων ἐν αʹ φυτικῶν, καθάπερ καὶ τῶν θιαγόνων ὀνομαζομένων οὗτοι δ’ εἰσὶν ἄρτοι θεοῖς πεττόμενοι ἐν Αἰτωλίᾳ, δραμίκες δὲ καὶ δραμεῖς παρ’ Ἀθαμᾶσιν ἄρτοι τινὲς οὕτως καλοῦνται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme