Book 3
90
τοσαύτην δ’ Ἀθηναῖοι σπουδὴν ἐποιοῦντο περὶ τὸ τάριχος ὡς καὶ πολίτας ἀναγράψαι τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὥς φησιν Ἄλεξις ἐν Ἐπιδαύρῳ οὕτως ι τοὺς Χαιρεφίλου δ’ υἱεῖς Ἀθηναίους, ὅτι εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη ἐν τοῖς Σατύροις εἶναι. μνημονεύει αὐτῶν καὶ Ὑπερείδης ὁ ῥήτωρ. Εὐθύνου δὲ τοῦ ταριχοπώλου μέμνηται Ἀντιφάνης ἐν Κουρίδι οὕτως · ἐλθών τε πρὸς τὸν τεμαχοπώλην, περίμενε, παρ᾽· οὗ φέρειν εἴωθα κἂν οὕτω τύχῃ εὔθυνος ἀπολογίζων αὐτόθι χρηστόν τι, περίμεινον κέλευσον μοι τεμεῖν. Φειδίππου δὲ καὶ γὰρ οὗτος ταριχοπώλης Ἄλεξις ἐν Ἱππίσκῳ κἀν Σωράκοις· Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.