Book 3
89
ὃν ζητοῦντα προφθάσας ὁ Μυρτίλος ἔφη· ‘Κρατῖνος μὲν ἐν Διονυσαλεξάνδρῳ (I 24 K)· ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς. Πλάτων Διὶ κακουμένῳ (ib. 613)· ὥσθ’ ἅττ’ ἔχω ταῦτ’ ἐς ταρίχους ἀπολέσω. Ἀριστοφάνης Δαιταλεῦσιν (ib. 441)· οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ πλύνων ἅπασιν ὅσα σύνοιδ’ αὐτῷ κακά. Κράτης Θηρίοις (ib. 135)· καὶ τῶν ῥαφάνων ἕψειν χρὴ, ἰχθῦς τ’ ὀπτᾶν τούς τε ταρίχους, ἡμῶν δ’ ἀπὸ χεῖρας ἔχεσθαι. ἰδίως δ’ ἐσχημάτισται παρ’ Ἑρμίππῳ ἐν Ἀρτοπώλισι (ib. 228)· καὶ τάριχος πίονα. Σοφοκλῆς τ’ ἐν Φινεῖ (fr. 641 N)· νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος. ὑποκοριστικῶς δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Εἰρήνῃ (563)· ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον. καὶ Κηφισόδωρος ἐν Ὑί (I 802 K)· κρεᾴδιόν τι φαῦλον ἢ ταρίχιον. Φερεκράτης ἐν Αὐτομόλοις (ib. 151)· ἡ γυνὴ δ’ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσ’ ἢ φακῆν ἀναμένει καὶ σμικρὸν ὀπτῶσ’ ὀρφανὸν ταρίχιον. καὶ Ἐπίχαρμος δ’ ἀρσενικῶς εἴρηκεν (p. 282 L) ὁ τάριχος. Ἡρόδοτος δ’ ἐν θʹ οὕτως (c. 120)· ‘οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον.’ καὶ αἱ παροιμίαι δὲ κατὰ τὸ ἄρρεν λέγουσι· τάριχος ὀπτὸς εὐθὺς ἂν ἴδῃ τὸ πῦρ. σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ. οὐκ ἂν πάθοι τάριχος ὧνπερ ἄξιος. Ἀττικοὶ δὲ καὶ οὐδετέρως λέγουσι, καὶ γίνεται ἡ γενικὴ τοῦ ταρίχους. Χιωνίδης Πτωχοῖς (I 5 K)· ἆρ’ ἂν φάγοιτ’ ἂν καὶ ταρίχους, ὦ θεοί; ἡ δὲ δοτικὴ ταρίχει ὡς ξίφει. Μένανδρος Ἐπιτρέπουσιν (V 14 M)· ἐπὶ τῷ ταρίχει τῷδε τοίνυν κόπτετον. καὶ ἐπὶ αἰτιατικῆς (IV 121 M)· ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ. ὅτε δὲ ἀρσενικόν ἐστιν, ἡ γενικὴ οὐκέτι ἕξει τὸ σ.