Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

90 τοσαύτην δ’ Ἀθηναῖοι σπουδὴν ἐποιοῦντο περὶ τὸ τάριχος ὡς καὶ πολίτας ἀναγράψαι τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὥς φησιν Ἄλεξις ἐν Ἐπιδαύρῳ οὕτως (II 322 K)· τοὺς Χαιρεφίλου δ’ υἱεῖς Ἀθηναίους, ὅτι εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη ἐν τοῖς Σατύροις εἶναι. μνημονεύει αὐτῶν καὶ Ὑπερείδης ὁ ῥήτωρ (fr. 185 Bl). Εὐθύνου δὲ τοῦ ταριχοπώλου μήμνηται Ἀντιφάνης ἐν Κουρίδι οὕτως (II 63 K)· ἐλθών τε πρὸς τὸν τεμαχοπώλην, περίμενε, παρ’ οὗ φέρειν εἴωθας, ἂν οὕτω τύχῃ, Εὔθυνος ... ἀπολογίζων αὐτόθι χρηστόν τι, περίμεινον, κέλευσον μὴ τεμεῖν. Φειδίππου δὲ — καὶ γὰρ οὗτος ταριχοπώλησ — Ἄλεξις ἐν Ἱππίσκῳ (II 299 K) κἀν Σωράκοις (ib. 377)· Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme