Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

95 εἰ οὖν κἀγώ τι ἥμαρτον, ὦ καλλίστων ὀνομάτων καὶ ῥημάτων θηρευτά, μὴ χαλέπαινε. κατὰ γὰρ τὸν Μιλήσιον Τιμόθεον τὸν ποιητὴν οὐκ ἀείδω τὰ παλαιά· καινὰ γὰρ μάλα κρείσσω, νέος ὁ Ζεὺς βασιλεύει· τὸ πάλαι δ’ ἦν Κρόνος ἄρχων, ἀπίτω μοῦσα παλαιά. Ἀντιφάνης τ’ ἐν Ἀλκήστιδι ἔφη· ἐπὶ τὸ καινουργεῖν φέρου, οὕτως, ἐκείνως, τοῦτο γιγνώσκων ὅτι ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ,, πολλῶν παλαιῶν ἐστι χρησιμώτερον ὅτι δὲ καὶ οἱ ἀρχαῖοι οἴδασι τὸ οὕτω λεγόμενον ὕδωρ, ἵνα μὴ πάλιν ἀγανακτήσῃς δηκόκταν μου λέγοντος, δείξω, κατὰ γὰρ Φερεκράτους Ψευδηρακλέα εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων ἐγὼ δ’ ἂν ἀντείποιμι μὴ πολυπραγμόνει, ἀλλ’ εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ. ἀλλὰ μὴ φθονήσῃς, ἔφη ὁ Οὐλπιανός, δέομαι, μηδὲ τοῦ Ταυρείου ὕδατος ὁποῖόν ἐστι δηλῶσαι· τῶν γὰρ τοιούτων φωνῶν ἐγὼ διψῶ. καὶ ὁ Κύνουλκος ἀλλὰ προπίνω σοι, ἔφη, φιλοτησίαν διψᾷς γὰρ λόγων παρ’ Ἀλέξιδος λαβὼν ἐκ Πυθαγοριζούσης · ὕδατος ἀπέφθου κύαθον ἂν δ’ ὠμὸν πίῃ, βαρὺ καὶ κοπῶδες. τὸ δὲ Ταύρειον ὕδωρ ὠνόμασεν, ὦ φίλε, Σοφοκλῆς Αἰγεῖ ἀπὸ τοῦ περὶ Τροιζῆνα ποταμοῦ Ταύρου, παρ’ ᾧ καὶ κρήνη τις Ὑόεσσα καλεῖται,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme