Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 3

12 τῶν δὲ προδρόμων καλουμένων σύκων ὁ αὐτὸς Θεόφραστος μνημονεύει ἐν εʹ φυτικῶν αἰτίων οὕτως (1, 4)· ‘τῇ συκῇ ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς καὶ θερμός, ἐξεκαλέσατο τὴν βλάστησιν· ὅθεν καὶ οἱ πρόδρομοι.’ καὶ προελθὼν τάδε λέγει (1, 8)· ‘πάλιν δὲ τοὺς προδρόμους αἳ μὲν φέρουσιν, ἥ τε Λακωνικὴ καὶ ἡ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἳ δ’ οὐ φέρουσι.’ Σέλευκος δ’ ἐν Γλώσσαις πρῳτερικήν φησι καλεῖσθαι γένος τι συκῆς, ἥτις φέρει πρώιον τὸν καρπόν. διφόρου δὲ συκῆς μνημονεύει καὶ Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις (707)· ὑμᾶς δὲ τέως θρῖα λαβόντας διφόρου συκῆς. καὶ Ἀντιφάνης ἐν Σκληρίαις (II 96 K)· ἔστι γὰρ παρ’ αὐτὴν τὴν δίφορον συκῆν κάτω. ὁ Θεόπομπος δὲ ἐν τῇ πεντηκοστῇ τετάρτῃ τῶν ἱστοριῶν (FHG I 324) κατὰ τὴν Φιλίππου φησὶν ἀρχὴν περὶ τὴν Βισαλτίαν καὶ Ἀμφίπολιν καὶ Γραστωνίαν τῆς Μακεδονίας ἔαρος μεσοῦντος τὰς μὲν συκᾶς σῦκα, τὰς δ’ ἀμπέλους βότρυς, τὰς δ’ ἐλαίας ἐν ᾧ χρόνῳ βρύειν εἰκὸς ἦν αὐτὰς ἐλαίας ἐνεγκεῖν, καὶ εὐτυχῆσαι πάντα Φίλιππον. ἐν δὲ τῷ δευτέρῳ περὶ φυτῶν ὁ Θεόφραστος καὶ τὸν ἐρινεὸν εἶναί φησι δίφορον· οἳ δὲ καὶ τρίφορον, ὥσπερ ἐν Κέῳ.
13 λέγει δὲ καὶ (h. pl. 2, 5, 5) τὴν συκῆν ἐὰν ἐν σκίλλῃ φυτευθῇ θᾶττον παραγίνεσθαι καὶ ὑπὸ σκωλήκων μὴ διαφθείρεσθαι· καὶ πάντα δὲ τὰ ἐν σκίλλῃ φυτευθέντα καὶ θᾶττον αὐξάνεσθαι καὶ εὐβλαστῆ γίγνεσθαι. πάλιν δὲ ὁ Θεόφραστος ἐν τῷ βʹ τῶν αἰτίων (10, 2) ‘ἡ Ἰνδική, φησί, συκῆ καλουμένη θαυμαστὴ οὖσα τῷ μεγέθει μικρὸν ἔχει τὸν καρπὸν καὶ ὀλίγον, ὡς ἂν εἰς τὴν βλάστησιν ἐξαναλίσκουσα ἅπασαν τὴν τροφήν.’ ἐν δὲ τῷ δευτέρῳ τῆς φυτικῆς ἱστορίας ὁ φιλόσοφός φησιν· ‘ἔστι καὶ ἄλλο γένος συκῆς ἔν τε τῇ Ἑλλάδι καὶ περὶ Κιλικίαν καὶ Κύπρον ὀλονθοφόρον, ὃ τὸ μὲν σῦκον ἔμπροσθε φέρει τοῦ θρίου, τὸν δὲ ὄλονθον ἐξόπισθεν. αἳ δὲ ὅλως ἐκ τοῦ ἔνου βλαστοῦ καὶ οὐκ ἐκ τοῦ νέου. πρῶτον δὲ τοῦτο τῶν σύκων πέπονά τε καὶ γλυκὺν ἔχει καὶ οὐχ ὥσπερ τὸν παρ’ ἡμῖν. γίνεται δὲ καὶ μείζων οὗτος πολὺ τῶν σύκων· ἡ δ’ ὥρα μετὰ τὴν βλάστησιν οὐ πολύ.’

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme