Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 4

11 ὅτι δ’ ἤσθιον διὰ τὴν ἀναστόμωσιν καὶ τὰς δι’ ὄξους καὶ νάπυος γογγυλίδας σαφῶς παρίστησι Νίκανδρος ἐν δευτέρῳ Γεωργικῶν λέγων οὕτως (fr. 70 Schn)· γογγυλίδος δισσὴ γὰρ ἰδ’ ἐκ ῥαφάνοιο γενέθλη μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι. καὶ τὰς μέν θ’ αὕηνον ἀποπλύνας βορέῃσι, προσφιλέας χειμῶνι καὶ οἰκουροῖσιν ἀεργοῖς· θερμοῖς δ’ ἰκμανθεῖσαι ἀναζώουσ’ ὑδάτεσσι. τμῆγε δὲ γογγυλίδος ῥίζας καὶ ἀκαρφέα φλοιὸν ἦκα καθηράμενος λεπτουργέας, ἠελίῳ δὲ αὐήνας ἐπὶ τυτθὸν ὅτ’ ἐν ζεστῷ ἀποβάπτων ὕδατι δριμείῃ πολέας ἐμβάπτισον ἅλμῃ, ἄλλοτε δ’ αὖ λευκὸν γλεῦκος συστάμνισον ὄξει ἶσον ἴσῳ, τὰς δ’ ἐντὸς ἐπιστύψας ἁλὶ κρύψαις. πολλάκι δ’ ἀσταφίδας προχέαις τριπτῆρι λεήνας σπέρματά τ’ ἐνδάκνοντα σινήπυος. εἰν ἑνὶ δὲ τρὺξ ὄξεος ἰκμάζουσα καὶ ὠμοτέρην ἐπὶ κόρσην ὥριον ἁλμαίην αμυσαι κεχρηόσι δαίτης. Δίφιλος δ’ ἢ Σώσιππος ἐν Ἀπολειπούσῃ (II 546 K)· ἔστιν ἔνδον ὄξος ὀξύ σοι. ὑπολαμβάνω, παιδάριον, ὀπὸν εἰλήφαμεν. ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά, ἡ φυλλὰς ἡ δριμεῖα περιοισθήσεται· τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων ἀναστομοῖ τάχιστα τᾀσθητήρια, τό τε νωκαρῶδες καὶ κατημβλυωμένον ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme