Book 4
11
ὅτι δ’ ἤσθιον διὰ ἀναστόμωσιν καὶ τὰς δι’ ὄξους καὶ νάπυος γογγυλίδας σαφῶς παρίστησι Νίκανδρος ἐν δευτέρῳ Γεωργικῶν λέγων οὕτως· γογγυλίδος δισσὴ γὰρ ἰδ’ ἐκ ῥαφάνοιο γενέθλη μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι. καὶ τὰς μὲν θ’ αὕηνον ἀποπλύνας βορέῃσι, προσφιλέας χειμῶνι καὶ οἰκουροῖσιν ἀεργοῖς· θερμοῖς δ’ ἰκμανθεῖσαι ἀναζώουσ’ ὑδάτεσσι. τμῆγε δὲ γογγυλίδος ῥίζας (καὶ ἀκαρφέα φλοιὸν ἦκα καθηράμενοσ) λεπτουργέας, ἠελίῳ δὲ αὐήνας ἐπὶ τυτθὸν ὁτὲ ʼν ζεστῷ ἀποβάπτων ὕδατι δριμείῃ πολέας ἐμβάπτισον ἅλμῃ, ἄλλοτε δ’ αὖ λευκὸν γλεῦκος συστάμνισον ὄξει ἶσον ἴσῳ, τὰς δ’ ἐντὸς ἐπιστύψας ἁλὶ κρύψαις. πολλάκι δ’ ἀσταφίδας προχέαις τριπτῆρι λεήνας σπέρματὰ τ’ ἐνδάκνοντα σινήπυος. εἰν ἑνὶ δὲ τρὺξ ὄξεος ἰκμάζουσα καὶ ὠμοτέρην ἐπὶ κόρσην ὥριον ἁλμαίην αμυσαι κεχρηόσι δαίτης. Δίφιλος δ’ ἢ Σώσιππος ἐν Ἀπολειπούσῃ · ἔστιν ἔνδον ὄξος ὀξύ σοι; β. ὑπολαμβάνω, παιδάριον ὀπὸν εἰλήφαμεν. ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά, ἡ φυλλὰς ἡ δριμεῖα περιοισθήσεται· τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων ἀναστομοῖ τάχιστα τᾀσθητήρια, τό τε νωκαρῶδες καὶ κατημβλυωμένον ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν.