Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 4

12 Ἄλεξις δ’ ἐν Ταραντίνοις ἐν τοῖς συμποσίοις φησὶ τοὺς Ἀττικοὺς καὶ ὀρχεῖσθαι ὑποπιόντας (II 379 K)· τοῦτο γὰρ νῦν ἐστί σοι ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον· ἅπαντες ὀρχοῦντ’ εὐθύς, ἂν οἴνου μόνον ὀσμὴν ἴδωσι· συμφορὰν λέγεις ἄρ’ ἂν φαίης ἂν εἰς συμπόσιον εἰσελθὼν ἄφνω. καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις χάρις· ἀλλ’ ἐπὰν δὴ τὸν γόητα Θεόδοτον ἢ τὸν παραμασύντην ἴδω τὸν ἀνόσιον βαυκιζόμενον τὰ λευκά τ’ ἀναβάλλονθ’ ἅμα, ἥδιστ’ ἂν ἀναπήξαιμ’ ἂν αὐτὸν ἐπὶ τοῦ ξύλου λαβών. μήποτε δὲ καὶ Ἀντιφάνης ἐν Καρσὶ κατὰ τὸ Ἀττικὸν ἔθος τῆς ὀρχήσεως κωμῳδεῖ τινα τῶν σοφῶν ὡς παρὰ δεῖπνον ὀρχούμενον λέγων οὕτως (II 55 K)· οὐχ ὁρᾷς ὀρχούμενον ταῖς χερσὶ τὸν βάκηλον; οὐδ’ αἰσχύνεται ὁ τὸν Ἡράκλειτον πᾶσιν ἐξηγούμενος, ὁ τὴν Θεοδέκτου μόνος ἀνευρηκὼς τέχνην, ὁ τὰ κεφάλαια συγγράφων Εὐριπίδῃ. τούτοις οὐδ’ ἀναρμόστως ἄν τις ἐπενέγκαι τὰ Ἐρίφῳ τῷ κωμικῷ ἐν Αἰόλῳ εἰρημένα τάδε (II 428 K)· λόγος γάρ ἐστ’ ἀρχαῖος οὐ κακῶς ἔχων· οἶνον λέγουσι τοὺς γέροντας, ὦ πάτερ, πείθειν χορεύειν οὐ θέλοντας. Ἄλεξις δ’ ἐν τῷ ἐπιγραφομένῳ Ἰσοστάσιόν φησιν (II 328 K)· ἀπὸ συμβολῶν ἔπινον ὀρχεῖσθαι μόνον βλέποντες, ἄλλο δ’ οὐδέν, ὄψων ὀνόματα καὶ σιτίων ἔχοντες, Ὄψων, Κάραβος καὶ Κωβιός, Σεμίδαλις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme