Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 4

20 τὴν δὲ τῆς διαίτης τῆς τοιαύτης σκληρότητα ὕστερον καταλύσαντες οἱ Λάκωνες ἐξώκειλαν εἰς τρυφήν. Φύλαρχος γοῦν ἐν τῇ εʹ καὶ κʹ τῶν ἱστοριῶν τάδε γράφει περὶ αὐτῶν (FHG I 346)· ‘Λακεδαιμόνιοι εἰς μὲν τὰ φιδίτια οὐκ ἤρχοντο κατὰ τὸ πάτριον ἔθος· ὅτε δὲ καὶ παραγένοιντο, μικρὰ συμπεριενεχθεῖσι νόμου χάριν παρεσκευάζετο καὶ πάλιν αὐτοῖς στρωμναί τε τοῖς μεγέθεσιν οὕτως ἐξησκημέναι πολυτελῶς καὶ τῇ ποικιλίᾳ διαφόρως ὥστε τῶν ξένων ἐνίους τῶν παραληφθέντων ὀκνεῖν τὸν ἀγκῶνα ἐπὶ τὰ προσκεφάλαια ἐρείδειν. οἱ δὲ πρότερον ἐπὶ τοῦ κλιντηρίου ψιλοῦ διακαρτεροῦντες τῆς κλίνης παρ’ ὅλην τὴν συνουσίαν, ὅτε τὸν ἀγκῶνα ἅπαξ ἐρείσειαν .... εἰς δὲ τὴν προειρημένην τρυφὴν ἦλθον ποτηρίων τ’ ἐκθέσεις πολλῶν καὶ βρωμάτων παντοδαπῶς πεποιημένων παραθέσεις, ἔτι δὲ μύρων ἐξηλλαγμένων, ὡς δ’ αὕτως οἴνων καὶ τραγημάτων. καὶ τούτων ἦρξαν οἱ μικρὸν πρὸ Κλεομένους βασιλεύσαντες Ἄρευς καὶ Ἀκρότατος αὐλικὴν ἐξουσίαν ζηλώσαντες· οὓς τοσοῦτον αὖθις ὑπερῆράν τινες τῶν ἰδιωτῶν τῶν ἐν Σπάρτῃ γενομένων κατ᾽ ἐκεῖνον τὸν χρόνον τῇ πολυτελείᾳ τῇ καθ’ αὑτούς, ὥστε δοκεῖν τὸν Ἄρεα καὶ τὸν Ἀκρότατον εὐτελείᾳ πάντας ὑπερβεβληκέναι τοὺς ἀφελεστάτους τῶν πρότερον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme