Book 4
30
εἰς ταῦτα ἔστιν ἀποβλέποντας τὰ ὑπὲρ ἡμᾶς ἀγαπᾶν τὴν Ἑλληνικὴν πενίαν, λαμβάνοντας πρὸ ὀφθαλμῶν καὶ τὰ παρὰ Θηβαίοις δεῖπνα, περὶ ὧν Κλείταρχος ἐν τῇ πρώτῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν, διηγούμενος καὶ ὅτι ὁ πᾶς αὐτῶν πλοῦτος ηὑρέθη μετὰ τὴν ὑπ’ Ἀλεξάνδρου τῆς πόλεως κατασκαφὴν ἐν ταλάντοις τετρακοσίοις τεσσαράκοντα, φησίν, ὅτι τε μικρόψυχοι ἦσαν καὶ τὰ περὶ τὴν τροφὴν λίχνοι, παρασκευάζοντες ἐν τοῖς δείπνοις θρῖα καὶ ἑψητοὺς καὶ ἀφύας καὶ ἐγκρασιχόλους καὶ ἀλλᾶντας καὶ σχελίδας καὶ ἔτνος· οἷσι Μαρδόνιον εἱστίασε μετὰ τῶν ἄλλων πεντήκοντα Περσῶν Ἀτταγῖνος ὁ Φρύνωνος, ὅν φησιν ʽ Ἡρόδοτος ἐν τῇ ἐνάτῃ μεγάλως πλούτῳ παρεσκευάσθαι. ἡγοῦμαι δ’ ὅτι οὐκ ἂν περιεγένοντο οὐδ’ ἂν ἐδέησε τοῖς Ἕλλησι περὶ Πλαταιὰς παρατάττεσθαι ἀπολωλόσιν ἤδη ὑπὸ τῶν τοιούτων τροφῶν.