Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 4

43 ταῦτ’ εἰπεῖν εἶχον, ἄνδρες φίλοι καὶ συμπόται τῶν Ἑλλήνων πολὺ. πρῶτοι, περὶ ἀρχαίων συμποσίων ἐπιστάμενος. ἀκριβῶς δ’ ὁ σοφὸς Πλάτων ἐν τῷ πρώτῳ Νόμων περὶ συμποσίων διηγεῖται λέγων οὕτως· καὶ οὔτ’ ἂν ἐπ’ ἀγρῶν ᾽ἴδοις οὔτ’ ἐν ἄστεσιν ὅσων Σπαρτιάταις μέλει συμπόσια οὐδ’ ὁπόσα τούτοις ξυνεπόμενα πάσας ἡδονὰς κινεῖ κατὰ δύναμιν. οὐδ’ ἔστιν ὅστις ἂν ἀπαντῶν κωμάζοντί τινι μετὰ μέθης οὐκ ἂν τὴν μεγίστην δίκην εὐθὺς ἐπιθείη καὶ οὐδ’ ἂν Διονύσια πρόφασιν ἔχοντ’ αὐτὸν ῥύσαιτο, ὥσπερ ἐν ἁμάξαις εἶδον παρ’ ὑμῖν ἐγώ, καὶ ἐν Τάραντι δὲ παρὰ τοῖς ἡμετέροις ἀποίκοις πᾶσαν τὴν πόλιν ἐθεασάμην περὶ τὰ Διονύσια μεθύουσαν. ἐν Λακεδαίμονι οὐκ ἔστ’ οὐδὲν τοιοῦτον.
44 καὶ ὁ Κύνουλκος ἀλλ’ ὡς ὤφελον, ἔφη, τὴν Θρᾴκιον ταύτην παίξας παιδιὰν διεφθάρης· ἀνέτεινες γὰρ ἡμᾶς ὥσπερ νηστείαν ἄγοντας καὶ περιμένοντας τὸ ἀνατέλλον ἄστρον, οὗ φασι μὴ φανέντος οἱ τὴν χρηστὴν ταύτην φιλοσοφίαν εὑρόντες νόμιμον εἶναι μηδενὸς γεύεσθαι. ἐγὼ δ’ ὁ τάλας κατὰ τὸν κωμῳδιοποιὸν Δίφιλον κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας. ἐπελάθεσθε δὲ καὶ ὑμεῖς τῶν τοῦ ποιητοῦ καλῶν, ὃς ἔφη· οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι. καὶ ὁ καλὸς δ’ Ἀριστοφάνης ἐν Κωκάλῳ ἔφη · ἀλλ’ ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία, ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών. ἐμοί τε πολλῷ ἦν ἄμεινον κατὰ τὸ Παρμενίσκου τῶν κυνικῶν συμπόσιον δειπνεῖν ἢ ἐνθάδε πάντα ὥσπερ τοὺς πυρέσσοντας περιφερόμενα ὁρᾶν. γελασάντων δὲ ἡμῶν ἔφη τις· ἀλλ’ ὦ λῷστε ἀνδρῶν, μὴ φθονήσῃς ἡμίν τὸ Παρμενίσκειον ἐκεῖνο διελθεῖν συμπόσιον. καὶ ὃς μετέωρον αὑτὸν παραναστήσας ἔφη· ὄμνυμι δ’ ὑμῖν, ἄνδρες, κατὰ τὸν ἡδὺν Ἀντιφάνη, ὃς ἐν τῇ Παρεκδιδομένῃ ἔφη· ὄμνυμι δ’ ὑμῖν, ἄνδρες, αὐτὸν τὸν θεόν, ἐξ οὗ τὸ μεθύειν πᾶσιν ἡμῖν γίνεται, ἦ μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον ἢ τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν. ῥοφεῖν φακῆν ἐσθ’ ἡδὺ μὴ δεδοικότα, μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme