Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 4

47 τραγικὸν γὰρ ἡ φακῆ ᾽στιν, ἦς καὶ φασιν Ἀγάθαρχὸν ποτὲ γεγραφέναι ῥοφοῦντ’ ᾽ Ὀρέστην τῆς νόσου πεπαυμένον, φησὶ Σώφιλος ὁ κωμῳδιοποιός. στωικὸν δὲ δόγμα ἐστὶν ὅτι τε πάντα εὖ ποιήσει ὁ σοφὸς καὶ φακῆν φρονίμως ἀρτύσει. διὸ καὶ Τίμων ὁ Φλιάσιος ἔφη· καὶ Ζηνώνειόν γε φακῆν ἕψειν ὃς μὴ φρονίμως μεμάθηκεν, ὡς οὐκ ἄλλως δυναμένης ἑψηθῆναι φακῆς εἰ μὴ κατὰ τὴν Ζηνώνειον ὑφήγησιν, ὃς ἔφη · εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου. καὶ Κράτης δ’ ὁ Θηβαῖος ἔλεγεν μὴ πρὸ φακῆς λοπάδ’ αὔξων εἰς στάσιν ἄμμε βάλῃς. Χρύσιππός τε ἐν τῷ περὶ τοῦ καλοῦ γνώμας τινὰς ἡμῖν εἰσφέρων φησί· μηδέποτ’ ἐλαίαν ἔσθι᾽, ἀκαλήφην ἔχων. χειμῶνος ὥρᾳ βολβοφακῆν, βαβαί, βαβαί. βολβοφακῆ δ’ οἷον ἀμβροσίη ψύχους κρυόεντος. ὁ χαρίεις τε Ἀριστοφάνης ἐν Γηρυτάδῃ ἔφη· πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν; καὶ ἐν Ἀμφιαράῳ· ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς, Ἐπίχαρμος δὲ ἐν Διονύσοις· χύτρα δὲ φακέας ἥψετο. Ἀντιφάνης Ὁμοίαις· εὖ δ’ ἐγίνεθ’ εἰ φακῆν ἕψειν μ’ ἐδίδασκε τῶν ἐπιχωρίων τις εἷς. οἶδα δὲ καὶ τὴν Ὀδυσσέως τοῦ φρονιμωτάτου καὶ συνετωτάτου ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι τινὲς Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πατρέα ἐν τρίτῳ Εὐρωπιακῶν φησιν Λυσίμαχος ἐν τρίτῳ Νόστων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme