Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 4

48 ἐπὶ τούτοις γελάσαντος πάνυ ἔκλαμπρον τοῦ Πλουτάρχου οὐκ ἐνέγκας ὁ κύων παροραθεῖσαν τὴν περὶ τῆς φακῆς πολυμάθειαν ἀλλ’ ὑμεῖς γε, ἔφη, οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας, ὦ Πλούταρχε, σύντροφοί ἐστε τῷ φακίνῳ βρώματι καὶ πᾶσα ὑμῶν ἡ πόλις πλήρης ἐστὶ φακίνων ὧν καὶ Σώπατρος ὁ Φάκιος παρῳδὸς μέμνηται ἐν δράματι Βακχίδι λέγων οὕτως· οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν. ᾽ ἐπεὶ τί δεῖ βροτοῖσι κατὰ τὸν σὸν Εὐριπίδην, γραμματικώτατε, ᾽ πλὴν δυοῖν μόνον Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου; ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν. ὧν οὐκ ἀπαρκεῖ πλησμονή· τρυφῇ γέ τοι ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν. κἀν ἄλλοις δέ φησιν ὁ σκηνικὸς οὗτος φιλόσοφος - ἀρκεῖ μετρία βιοτά μοι σώφρονος τραπέζης· τὸ δ’ ἄκαιρον ἅπαν ὑπερβάλλον τε μὴ προσείμαν. καὶ ὁ Σωκράτης δ’ ἔλεγεν τῶν ἄλλων ἀνθρώπων διαφέρειν καθ’ ὅσον οἱ μὲν ζῶσιν ἵν’ ἐσθίωσιν, αὐτὸς δ’ ἐσθίει ἵνα ζῇ. Διογένης τε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ ἀποτριβομένῳ ἔλεγεν ᾽ εἴθ’ ἠδυνάμην καὶ τὴν γαστέρα τρίψας τῆς πείνης καὶ τῆς ἐνδείας παύσασθαι ὁ δ’ Εὐριπίδης ἐν Ἱκέτισι περὶ τοῦ Καπανέως φησὶν Καπανεὺς ὅδ’ ἐστὶν ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δ’ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ, ψέγων τραπέζαις εἴ τις ἐξογκοῖτ’ ἄγαν, τἀρκοῦν ἐπαινῶν οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι, μέτρια δ’ ἐξαρκεῖν ἔφη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme