Book 4
49
οὐκ ἦν γὰρ τοιοῦτος ὁ Καπανεὺς οἷον ὁ καλὸς Χρύσιππος διαγράφει ἐν τῷ περὶ τῶν μὴ δι’ αὑτὰ αἱρετῶν λέγων ὧδε· ‘ἐπὶ τοσοῦτόν τινες ἐκπίπτουσι πρὸς τὸ φιλάργυρον ὥστε ἱστορῆσθαι πρὸς τῇ τελευτῇ τινα μὲν καταπιόντα οὐκ ὀλίγους χρυσοῦς ἀποθανεῖν, τὸν δὲ ἕτερον ῥαψάμενον εἴς τινα χιτῶνα καὶ ἐνδύντα αὐτὸν ἐπισκῆψαι τοῖς οἰκείοις θάψαι οὕτως μήτε καύσαντας μήτε θεραπεύσαντας.’ οὗτοι γὰρ καὶ οἱ τοιοῦτοι μονονουχὶ βοῶντες ἀποθνῄσκουσιν (Eur. fr. 326 N)· ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς, ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδ’ ἔχει, οὐ παῖδες ἐν δόμοισιν, οὐ φίλος πατήρ, οἵας σὺ χοἰ σὲ δώμασιν κεκτημένοι. εἰ δ’ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ, οὐ θαῦμ’ Ἔρωτας μυρίους αὐτὴν ἔχειν. τοιαύτη τις ἦν ἡ φιλοχρηματία παρὰ τοῖς τότε· περὶ ἧς Ἀνάχαρσις πυνθανομένου τινὸς πρὸς τί οἱ Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ εἶπεν ‘πρὸς τὸ ἀριθμεῖν.’ Διογένης δ’ ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ νόμισμα εἶναι νομοθετεῖ ἀστραγάλους. καλῶς γὰρ καὶ ταῦτα ὁ Εὐριπίδης εἴρηκε (fr. 20 N)· μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν, ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο. Χρύσιππος δ’ ἐν τῇ Εἰσαγωγῇ τῇ εἰς τὴν περὶ ἀγαθῶν καὶ κακῶν πραγματείαν νεανίσκον φησί τινα ἐκ τῆς Ἰωνίας σφόδρα πλούσιον ἐπιδημῆσαι ταῖς Ἀθήναις πορφυρίδα ἠμφιεσμένον ἔχουσαν χρυσᾶ κράσπεδα. πυνθανομένου δέ τινος αὐτοῦ ποδαπός ἐστιν ἀποκρίνασθαι ὅτι πλούσιος. μήποτε τοῦ αὐτοῦ μνημονεύει καὶ Ἄλεξις ἐν Θηβαίοις λέγων ὧδε (II 326 K)· ἐστὶν δὲ ποδαπὸς τὸ γένος οὗτος; Β. πλούσιος· τούτους δὲ πάντες φασὶν εὐγενεστάτους, πένητα δ’ εὐπάτριδ’ οὐδὲ εἷς ὁρᾷ.’