Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 4

53 τούτων δ’ ὑμεῖς, ὦ φιλόσοφοι, οὐδὲν ἀσκεῖτε, ἀλλὰ καὶ τὸ πάντων χαλεπώτατον λαλεῖτε περὶ ὧν οὐκ οἴδατε καὶ ὡς κοσμίως ἐσθίοντες ποιεῖτε τὴν ἔνθεσιν κατὰ τὸν ἥδιστον Ἀντιφάνη· οὗτος γὰρ ἐν Δραπεταγωγῷ λέγει· κοσμίως ποιῶν τὴν ἔνθεσιν μικρὰν μὲν ἐκ τοῦ πρόσθε, μεστὴν δ’ ἔνδοθεν τὴν χεῖρα, καθάπερ αἱ γυναῖκεσ—κατέφαγε πάμπολλα καὶ παχύτατα, ἐξὸν κατὰ τὸν αὐτὸν τοῦτον ποιητὴν ἐν Βομβυλιῷ λέγοντα δραχμῆς ὠνήσασθαι τὰς προσφόρους ὑμῖν τροφάς, σκορόδια, τυρόν, κρόμμυα, κάππαριν ἅπαντα ταῦτ’ ἐστὶν δραχμῆς. Ἀριστοφῶν δ’ ἐν Πυθαγοριστῇ· πρὸς τῶν θεῶν, οἰόμεθα τοὺς πάλαι ποτὲ τοὺς Πυθαγοριστὰς γινομένους ὄντως ῥυπᾶν ἑκόντας ἢ φορεῖν τρίβωνας ἡδέως; οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ· ἀλλ’ ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδὲ ἕν, τῆς εὐτελείας πρόφασιν εὑρόντες καλὴν ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους. ἐπεὶ παράθες αὐτοῖσιν ἰχθῦς ἢ κρέας, κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους, ἐθέλω κρέμασθαι δεκάκις. οὐκ ἄκαιρον δ’ ἐστὶν μνημονεῦσαι καὶ τοῦ εἰς ὑμᾶς ποιηθέντος ἐπιγράμματος, ὅπερ παρέθετο ὁ Δελφὸς Ἡγήσανδρος ἐν ἕκτῳ ὑπομνημάτων ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι, σακκογενειοτρόφοι καὶ λοπαδαρπαγίδαι, εἱματανωπερίβαλλοι, ἀνηλιποκαιβλεπέλαιοι, νυκτιλαθραιοφάγοι, νυκταπαταμπλάκιοι, μειρακιεξαπάται καὶ συλλαβοπευσιλαληταί, δοξοματαιόσοφοι, ζηταρετησιάδαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme