Thesauros Literature miscellany Δειπνοσοφισταί

Δειπνοσοφισταί

Δειπνοσοφισταί Athenaeus of Naucratis

Book 4

59 γελασάντων οὖν πάντων ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἔφη· ‘πόθεν δὲ καὶ ἡδυλογία (p. 164e) τοῖς ἡδονικοῖς τούτοις ἁμαρτολόγοις;’ πρὸς ὃν ὁ Κύνουλκος· ‘ἀλλ᾽, ὦ χοιρίον εὐάρτυτον, Φρύνιχος ὁ κωμῳδιοποιὸς ἐν τῷ Ἐφιάλτῃ μνημονεύει τοῦ ἡδυλόγου διὰ τούτων (I 370 K)· ἐστὶν δ’ αὐτούς γε φυλάττεσθαι τῶν νῦν χαλεπώτατον ἔργον. ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις, μισάνθρωπον ἄνθος ἥβης· εἶθ’ ἡδυλογοῦσιν ἅπασιν ἀεὶ κατὰ τὴν ἀγορὰν περιόντες. ἐπὶ τοῖς δὲ βάθροις ὅταν ὦσιν, ἐκεῖ τούτοις οἷς ἡδυλογοῦσι μεγάλας ἀμυχὰς καταμύξαντες καὶ συγκύψαντες ἅπαντας γελῶσι. τὸ δὲ χαριτογλωσσεῖν Αἰσχύλος εἴρηκεν ἐν Προμηθεῖ δεσμώτῃ (297)· γνώσει δὲ τάδ’ ὡς ἔτυμ᾽, οὐδὲ μάτην χαριτογλωσσεῖν ἔνι μοι.’ πάλιν τε εἰπόντος τοῦ Οὐλπιανοῦ· ‘τίνα δ’ ἐστίν, ἄνδρες φίλοι, τὰ μαγειρικὰ σκεύη; τούτων γὰρ ἐμνημονεύσατ᾽ ἐν τοῖς Ἀρκαδικοῖς δείπνοις μνήμης ἠξιωμένων (p. 149a). καὶ τὸ ἀσώτιον ποῦ κεῖται; ἀσώτους μὲν γὰρ οἶδα διαβοήτους· ἕνα μὲν οὗ μνημονεύει Ἄλεξις ἐν Κνιδίᾳ (II 333 K)· Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν· οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο. ἐν δὲ Φαίδρῳ φησί (ib. 387)· σχολῇ γε, νὴ τὸν ἥλιον, σχολῇ λέγεις. Ἐπιχαρίδης ὁ μικρὸς ἐν πένθ’ ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν· οὕτως συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme