Book 4
60
καὶ Κτήσιππος δ’ ὁ Χαβρίου υἱὸς εἰς τοσοῦτον ἦλθεν ἀσωτίας ὡς καὶ τοῦ μνήματος τοῦ πατρός, εἰς ὃ Ἀθηναῖοι χιλίας ἀνάλωσαν δραχμάς, τοὺς λίθους πωλῆσαι εἰς τὰς ἡδυπαθείας. Δίφιλος γοῦν ἐν τοῖς Ἐναγίζουσί φησι· εἰ μὴ συνήθης, Φαίδιμ᾽, ὢν ἐτύγχανεν ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην νόμον ἂν τιν’ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ, ὥστ’ ἐπιτελεσθῆναὶ ποτ’ αὐτῷ τοῦ πατρὸς τὸ μνῆμα κατ’ ἐνιαυτὸν ἕνα.., λίθον ἁμαξιαῖον, καὶ σφόδρ’ εὐτελὲς λέγω. Τιμοκλῆς δ’ ἐν Δημοσατύροις φησίν οὐδ’ ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται, ἐν ταῖς γυναιξὶ λαμπρός, οὐκ ἐν ἀνδράσιν. καὶ Μένανδρος δ’ ἐν Ὀργῇ περὶ αὐτοῦ τάδε λέγει· καίτοι νέος ποτ’ ἐγενόμην κἀγώ, γύναι· ἀλλ’ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας τότ᾽, ἀλλὰ νῦν· οὐδὲ χλανίδ’ εἶχον, ἀλλὰ νῦν οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν καὶ βάψομαι καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ, κᾆθ’ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην. τάχ’ οὖν διὰ τὴν πολλὴν ταύτην ἀσωτίαν καὶ κιναιδίαν τοὔνομα αὐτοῦ παρέλιπε Δημοσθένης ἐν τῷ περὶ ἀτελειῶν. χρὴ δὲ τοὺς τὰ πατρῷα κατεδηδοκότας κατὰ τὸν Μενάνδρου Ναύκληρον οὕτως κολάζεσθαι. φησὶν γάρ· ὦ φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ’ εἶ τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ’ ἄξιον, ὡς δῆτ’ ἐχρῆν εἴ τις πατρῴαν παραλαβὼν γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους καὶ μηδ’ ἐπιβαίνειν γῆς, ἵν’ οὕτως ᾔσθετο οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.