Book 4
6
εἰς ταῦτα, ὦ ἑταῖρε Τιμόκρατες, ἀποβλέπων τίνι συγκρῖναι ἔχεις τῶν Ἑλληνικῶν δείπνων τὸ προκείμενον τοῦτο συμπόσιον; ὁπότε καὶ Ἀντιφάνης ὁ κωμῳδιοποιὸς ἐν Οἰνομάῳ ἢ Πέλοπι διαπαίζων ἔφη· τί δ’ ἂν Ἕλληνες μικροτράπεζοι, φυλλοτρῶγες δράσειαν; ὅπου τέτταρα λήψῃ κρέα μίκρ’ ὀβολοῦ. παρὰ δ’ ἡμετέροις προγόνοισιν ὅλους βοῦς ὤπτων, ὗς, ἐλάφους, ἄρνας· τὸ τελευταῖον δὲ ὁ μάγειρος ὅλον τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ θερμὴν παρέθηκε κάμηλον. ὁ Ἀριστοφάνης δ’ ἐν Ἀχαρνεῦσι καὶ αὐτὸς τῶν βαρβάρων ἐμφανίζων τὴν μεγαλειότητά φησιν· πρ. εἶτ’ ἐξένιζε παρετίθει θ’ ἡμῖν ὅλους ἐκ κριβάνου βοῦς. δικ. καὶ τίς εἶδε πώποτε βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων. πρ. καὶ ναὶ μὰ Δί᾽ ὄρνιν τριπλάσιον Κλεωνύμου παρέθηκεν ἡμῖν ὄνομα δ’ ἦν αὐτῷ φέναξ. Ἀναξανδρίδης δ’ ἐν Πρωτεσιλάῳ διασύρων τὸ τῶν Ἰφικράτους γάμων συμπόσιον, ὅτε ἤγετο τὴν Κότυος τοῦ Θρᾳκῶν βασιλέως θυγατέρα, φησί·