Book 4
62
περὶ δὲ τῆς ἀσωτίας καὶ τοῦ βίου Φιλίππου καὶ τῶν ἑταίρων αὐτοῦ ἐν τῇ μ θ τῶν ἱστοριῶν ὁ Θεόπομπος τάδε γράφει· ᾽ Φίλιππος ἐπεὶ ἐγκρατὴς πολλῶν ἐγένετο χρημάτων οὐκ ἀνάλωσεν αὐτὰ ταχέως, ἀλλ’ ἐξέβαλε καὶ ἔρριψε, πάντων ἀνθρώπων κάκιστος ὢν οἰκονόμος οὐ μόνον αὐτός, ἀλλὰ καὶ οἱ περὶ αὐτὸν ἁπλῶς γὰρ οὐδεὶς αὐτῶν ἠπίστατο ζῆν ὀρθῶς οὐδὲ σωφρόνως οἰκεῖν οἰκίαν. τοῦ δ’ αὐτὸς αἴτιος ἦν ἄπληστος καὶ πολυτελὴς ὤν, προχείρως ἅπαντα ποιῶν καὶ κτώμενος καὶ διδούς. στρατιώτης γὰρ ὢν λογίζεσθαι τὰ προσιόντα καὶ τἀναλισκόμενα δι’ ἀσχολίαν οὐκ ἠδύνατο. ἔπειτα δ’ οἱ ἑταῖροι αὐτοῦ ἐκ πολλῶν τόπων ἦσαν συνερρυηκότες· οἱ μὲν γὰρ ἐξ αὐτῆς τῆς χώρας, οἱ δὲ ἐκ Θετταλίας, οἱ δὲ ἐκ τῆς ἄλλης Ἑλλάδος, οὐκ ἀριστίνδην ἐξειλεγμένοι, ἀλλ’ εἴ τις ἦν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις λάσταυρος ἢ βδελυρὸς ἢ θρασὺς τὸν τρόπον, οὗτοι σχεδὸν ἅπαντες εἰς Μακεδονίαν ἀθροισθέντες ἑταῖροι Φιλίππου προσηγορεύοντο. εἰ δὲ καὶ μὴ τοιοῦτός τις ὢν ἐληλύθει, ὑπὸ τοῦ βίου καὶ τῆς διαίτης τῆς Μακεδονικῆς ταχέως ἐκείνοις ὅμοιος ἐγίνετο. τὰ μὲν γὰρ οἱ πόλεμοι καὶ αἱ στρατεῖαι, τὰ δὲ καὶ αἱ πολυτέλειαι θρασεῖς αὐτοὺς εἶναι προετρέποντο καὶ ζῆν μὴ κοσμίως, ἀλλ’ ἀσώτως καὶ τοῖς λῃσταῖς παραπλησίως.᾽
63
Δοῦρις δ’ ἐν ζ Μακεδονικῶν περὶ Πασικύπρου λέγων τοῦ ἐν Κύπρῳ βασιλέως ὅτι ἄσωτος ἦν γράφει καὶ τάδε· ᾽ Ἀλέξανδρος μετὰ τὴν Τύρου πολιορκίαν Πνυταγόραν ἀποστέλλων ἄλλας τε δωρεὰς ἔδωκε καὶ χωρίον ὃ ᾐτήσατο. πρότερον δὲ τοῦτο Πασίκυπρος ὁ βασιλεύων ἀπέδοτο δι’ ἀσωτίαν πεντήκοντα ταλάντων Πυγμαλίωνι τῷ Κιτιεῖ, ἅμα τὸ χωρίον καὶ τὴν αὑτοῦ βασιλείαν καὶ λαβὼν τὰ χρήματα κατεγήρασεν ἐν Ἀμαθοῦντι τοιοῦτος ἐγένετο καὶ Αἰθίοψ ὁ Κορίνθιος, ὥς φησι Δημήτριος ὁ Σκήψιος, οὗ μνημονεύει Ἀρχίλοχος, ὑπὸ φιληδονίας γὰρ καὶ ἀκρασίας καὶ οὗτος μετ’ Ἀρχίου πλέων εἰς Σικελίαν ὅτ’ ἔμελλεν κτίζειν Συρακούσας τῷ ἑαυτοῦ συσσίτῳ μελιτούττης ἀπέδοτο τὸν κλῆρον ὃν ἐν Συρακούσαις λαχὼν ἔμελλεν ἕξειν. ᾽